ἐπανήκων δὲ οὑτοσὶ καὶ γνοὺς τὴν ἀπάτην ἕτερον εὑρὼν ἀνθ’ ἑτέρου πολλαῖς ἀπειλαῖς ἐξευρὼν τὸν ἐωνημένον τὸ μὲν ἐᾷ παρ’ αὐτῷ μένειν, ὡς δ’ εἰς τὴν γυναῖκα ἐπιβεβουλευμένος, ὅπως ἂν· ἀποκτείνειεν ἐζήτει. καὶ ἀπέκτεινεν, οὕτω γὰρ ἄξιον λέγειν. καὶ τοιαύτην ὁ μεγαλοφρονῶν Ἰκάριος ἐποιή- σατο τοῦ πρὸς τὸν βουλευτὴν πολέμου τὴν ὑπόθεσιν μειρακίου τινὸς ἔργον ὑπομείνας ἀντεραστὴν πρὸς ἐρωμένην πειρωμένου παρελθεῖν.