καὶ τὸ ἔτι δεινότερον, οὐδὲ γὰρ εὐθὺς ἀπέδωκε ταῖς τῶν οἰκείων χερσὶ τὸν οὕτω διακείμενον, ἀλλ’ ἐπεισαγαγὼν ἑτέραν τινὰ αἰτίαν ὑστέραν τῆς τιμωρίας οὐκ ἔχοντα ἑστάναι τὸν δυστυχῆ προσαποστερῶν τῆς θεραπείας τά τ’ ἄλλα αὐτῷ καὶ τὸν ἀπειρηκότα αὐχένα μείζονι κακῷ τούτῳ προσκατέλυε. καὶ ὁ μὲν ἅπαντα ἔπραττεν ἐπὶ θανάτῳ καὶ τοῦτ’ ἦν ἡ σπουδὴ τὸν νέον ἀποθανεῖν, τῇ δὲ τῶν ἐπὶ τοῦ παίειν φιλανθρωπίᾳ σέσωσται βελτιόνων τε τούτου φανέντων καὶ τοὺς αὑ- τῶν προεμένων δακτύλους ἐπὶ τῇ ’κείνου σωτηρίᾳ.