καὶ οὐκ ἀπόχρη ταῦτα, ἀλλ’ ἐπὶ πληγαῖς πεντήκοντα καὶ διακοσίαις ἑτέρας ἐπῆγεν Ἡρακλείου τοῦ ῥήτορος βοῶντος τὴν εὐγένειαν, λέγοντος τὴν παι- δείαν, τὴν ἀπειρίαν, τὸ νῦν αὐτὸν ἧφθαι πραγμάτων, τὸ τοῦ σώματος ἀσθενὲς τοῦτο μὲν τῇ φύσει, τοῦτο δὲ τῇ νόσῳ, τὴν τοῦ πατρὸς ἀρετὴν καὶ τὸ ἥδιστον εἰς ἀκοὴν ὄνομα, τὸν Ναυσικλέα, ὥστε μηδ’ εἰς ταῦτα ἀναχώρησιν εἶναι. οὐ γὰρ ᾔδειν, οὐ γὰρ ἠπιστάμην, ὅστις ἦν. οὐ γὰρ ἦν ὁ διδάσκων.