καὶ οὐκ ἀπόχρη ταῦτα, ἀλλ’ ἐπὶ πληγαῖς πεντήκοντα καὶ διακοσίαις ἑτέρας ἐπῆγεν Ἡρακλείου τοῦ ῥήτορος βοῶντος τὴν εὐγένειαν, λέγοντος τὴν παι- δείαν, τὴν ἀπειρίαν, τὸ νῦν αὐτὸν ἧφθαι πραγμάτων, τὸ τοῦ σώματος ἀσθενὲς τοῦτο μὲν τῇ φύσει, τοῦτο δὲ τῇ νόσῳ, τὴν τοῦ πατρὸς ἀρετὴν καὶ τὸ ἥδιστον εἰς ἀκοὴν ὄνομα, τὸν Ναυσικλέα, ὥστε μηδ’ εἰς ταῦτα ἀναχώρησιν εἶναι. οὐ γὰρ ᾔδειν, οὐ γὰρ ἠπιστάμην, ὅστις ἦν. οὐ γὰρ ἦν ὁ διδάσκων. καίτοι τί ταῦτα εἶπον; εἰ γὰρ καὶ μηδὲν πλὴν τοῦ βουλεύειν ὑπῆρχεν R II 139 αὐτῷ, τοιαῦτά γε πάσχειν | οὐκ ἔδει. νῦν δὲ μετὰ 5 νυκτερινῶν χαρίτων] ἤτοι διὰ τὸ συγγίνεσθαι νυκτὸς τῇ Ἀντιπάτρᾳ ἔκρυψεν αὐτὴν τὸ μὴ εἰπεῖν πρὸς δικαστήν V2 1 βλέπων om 1 2 ἐμποδῶν CAP 3 λέγοις V 6 ὁ inserui e Β cum Sinteni om reliqui libri Re 7 οὐδὲν I | τί APIBV 9 αὐτὸν libri Re 10 ἠπίως scripsi e V οἰκείως reliqui libri Re | πράως IBV 13 ἀπόχρη reposui e libris ἀπέχρη Re 19 μὴ δ’ ΙΒ 20 post ἠπιστάμην ras 3 litt 1 21 καίτοι] καί Va 22 βουλεύειν Va sed οὐ in ras 4 litt m2 δουλεύειν Re τοσούτων τοῦτο τηλικοῦτον ὄν οὐκ ὠφελεῖ, ἀλλ’ ἕτεραι πληγαὶ τῶν ἑκατὸν οὐκ ὀλίγῳ τινὶ πλείους. καὶ ταῦτα ἐώρα Κυριακὸς ὁ λῃστής, ὁ δοῦλος ὁ παρὰ τούτῳ μώμενος καὶ τῆς τοῦ παίοντος δεξιᾶς τὸ ὑπὲρ κεφαλῆς κρεμάμενον ἀγγεῖον ὑάλινον ἐν ᾧ μεθ’ ὕδατος ἔλαιον, συντριψάσης καὶ ῥεόντων ἐκεῖθεν ὧν ἔφην ἐπὶ τὸ μετάφρενον οὐκ ἔφριξεν οὐδ’ ἠλέησεν οὐδὲ ἔπαθέ τι τῇ ψυχῇ, ἀλλὰ μεθ’ ὁμοίας τῆς ὁρμῆς προῄει κόπτων. καὶ τὸ ἔτι δεινότερον, οὐδὲ γὰρ εὐθὺς ἀπέδωκε ταῖς τῶν οἰκείων χερσὶ τὸν οὕτω διακείμενον, ἀλλ’ ἐπεισαγαγὼν ἑτέραν τινὰ αἰτίαν ὑστέραν τῆς τιμωρίας οὐκ ἔχοντα ἑστάναι τὸν δυστυχῆ προσαποστερῶν τῆς θεραπείας τά τ’ ἄλλα αὐτῷ καὶ τὸν ἀπειρηκότα αὐχένα μείζονι κακῷ τούτῳ προσκατέλυε. καὶ ὁ μὲν ἅπαντα ἔπραττεν ἐπὶ θανάτῳ καὶ τοῦτ’ ἦν ἡ σπουδὴ τὸν νέον ἀποθανεῖν, τῇ δὲ τῶν ἐπὶ τοῦ παίειν φιλανθρωπίᾳ σέσωσται βελτιόνων τε τούτου φανέντων καὶ τοὺς αὑ- τῶν προεμένων δακτύλους ἐπὶ τῇ ’κείνου σωτηρίᾳ.