παίων τοίνυν ἐπὶ τούτοις τὸν νέον καὶ οὐδὲ ἐν οἷς ἠρώτα τι τὰς πλη- γᾶς ἱστάς, ὃ κἀν τοῖς ἐπὶ βασιλέα βουλεύμασιν ἴσμεν φυλαττόμενον, ἐκάλει τὸν Κυριακὸν ὡς αὑτὸν μάλα ἠπίως καὶ πρᾴως. καὶ θαυμαστόν, ὅπως αὐτὸν οὐχὶ καὶ παρεκαθίσατο μεταδοὺς τοῦ θρόνου, ἵν’ ᾖ καὶ τούτοις εὐφραίνεσθαι τῇ τε γυναικὶ καὶ τῷ ταύτης ἀδελφῷ.