ὅτι δὲ οὐ δεινὸν τοῦτο, παντί που | δῆλον. νόμος γὰρ οὐδεὶς παρεβαί- R II 138 νετο οὐδ’ εἰ ἑκοῦσιν ἐσεσίγητο τὸ γύναιον, οὐδὲν ἡμαρτάνετο, οὐδ’ εἰς τὸν ἀπεσταλμένον ὑπ’ αὐτῆς τὰ ’κείνης διέβαινεν, ἀλλ’ ἕτερον μὲν ὁ Κυριακός, ἕτερον δὲ ἡ Ἀντιπάτρα· ὥστ’ εἰ καὶ λίαν ἐκείνῃ μετῆν τινος σχήματος, ἰδιώτης ἦν οὗτος, ὃ δὴ καὶ ἐλέγετο, καὶ οὐκ ἰδιώτης μόνον, ἀλλ’ ἤδη καὶ δοῦλος καὶ προσέτι γε λῃστὴς πλεῖστα δὴ ξίφεσι περὶ ταῦτα χρησάμενος. τὶ οὖν αὐτὸν εἰς τὰ τῆς Ἀντιπάτρας εἰσάγεις; ἰδιώτης εἴρητο, τοῦτο γὰρ ἦν. ὁ δὲ καὶ δοῦλος ἦν. τοῦτο οὐκ εἴρητο. ὥστ’ ἐν μὲν τοῖς οὐκ εἰρημένοις ἐκἐρ- δαινεν, ἐν τοῖς εἰρημένοις δὲ οὐκ ἠδικεῖτο.