ποῦ δὲ ἐκεῖνο καλὸν παρὰ μὲν Ἁρμοδίου τοῦ συνδίκου τῆς πόλεως ὑπὲρ τῆς πόλεως γίγνεσθαι λόγους, ἀκούειν δὲ αὐτὸν μηδέν, ἀλλὰ δοκεῖν ἐκεῖνον 7 cf. ad t. I 170, 8. t. II 466, 1 R pro Olymp. p. 81, 9 ed. Sieb. ep. 49 10 [Dem.] c. Aristog. Ι § 73 p. 792, 3 18 cf. p. 69, 6 19 αὐτὸν] ἤτοι σέ V2 2 τὰ scripsi e V τὸ reliqui libri edd 3 δ’ Re | τότ’ CMo edd 5 κἀν Β 6 αὑτοῖς Re αὐτοῖς libri Mor 9 ἤνεγκεν CAIB 10 δ’ Re | ἀντεγράφων C sed γ alterum suprascr s 12 ὀφειλεῖν Μο sed o ex ε corr et ν add m2 15 πῶς — 17 ὠφείλετο citat Macar fol. 89 15 ἄρχοντος post ἀποπληξίας Macar | ὅτ’ ἂν Μο 19 δ’ Re | „malim δέ <σε> αὐτῶν“ Re φλυαρεῖν; τὸ δὲ μηδὲ τὸν καλοῦντά σε δῆμον ἐπὶ τὰς θεωρίας ἀκούειν ὡς ἥξεις, καὶ ταῦτα ἥξοντα, οὐ καλόν. παρὰ τίνος ἔμαθες, ὅτι σιγὴ συμφέρον ἀρχῇ, κἂν φω- νῆν ἀπαιτῇ τὰ πράγματα; ἐγὼ μὲν γὰρ τὸ πέρα τοῦ | R II 126 μετρίου φεύγειν οἶμαι δεῖν ἐφ’ ἑκατέρου. σὺ δὲ στήσας τοὺς ὀφθαλμοὺς δόξαν μὲν παρίστης λόγου, λέγεις δὲ οὐδ’ ὁτιοῦν. ὁ δ’ εἰρηκώς τι πρὸς σὲ μάτην εἰπὼν ὅπερ εἶπεν, ἀπῆλθεν. 33. Ἀλλὰ τοὺς λόγους ταῖς τιμαῖς ὠφέληκας. αἱ τιμαὶ δὲ τὸ πᾶσι τὰ ὦτα τοῖς βουλομένοις παρα- σχεῖν. καὶ τίς αὕτη τιμὴ τὸ τῶν ἴσων τοὺς οὐκ ἴσους τυγχάνειν; ὁ γὰρ τῶν αὐτῶν τούς τε χείρους τούς τε βελτίους ἠξιωκὼς ταῖς οὐ δικαίαις τιμαῖς τὰς δικαίας ἔβλαψεν. οὐ γὰρ ἔτ’ ἐστὶ τηλικοῦτον τὸ προσηκόντως δοθέν, ἡλίκον ἂν ἦν, εἰ ἐν τοῖς ἀξίοις ἵστατο. ποι- ήσομεν γὰρ τῷδε τῷ λόγῳ κοινὸν μὲν ἐν Πίσῃ τὸν στέφανον τῶν τε νενικηκότων καὶ τῶν ἡττημένων, κοινὰ δὲ ἐπὶ τροπαίοις τὰ γέρα τῶν τε ἠριστευκότων R II 127 τῶν τε οὐδὲν τοὺς πολεμίους λελυπηκότων. | ποία τοίνυν ἡδονὴ τοῖς εἰκότως τὰς ἀμοιβὰς λαβοῦσι μετὰ τῶν οὐκ εἰκότως τοῖς αὐτοῖς κεκοσμημένων; πάνυ γε οὗτοι τοῦ ταλαιπωρεῖν ἐπιθυμήσουσιν ἐπὶ τοιούτῳ καρπῷ. οὐκοῦν χείρων μὲν ἐντεῦθεν ὁ ἀθλητής, χεί- 1 μὴ δὲ ΙΒΜοV 2 ἥξει σοι V | „malim ἥξοντος“ Re ὁ· σιγὴ I sed ~ in ` corr m3, V | συμφέρου V | ἀραχνῶν V 7 λέγειν V | δ’ Re | οὐδ’ ὅτι οὖν Α οὐδοτιοῦν edd | τί Μο 8 εἶπεν om I 9 ὠφέληκας in marg Μο2 10 ὄντα Β | παρασχεῖν; ΡΙΒΜο V 11 τὸ — 14 ἔβλαψεν citat Macar l.l. 11 τοῖς οὐκ ἴσοις I 12 ἄνισον πάντη καὶ ἄδικον post τυγχάνειν Macar | ὁ γὰρ] καὶ ὁ Macar 13 ταῖς om Mor | τοὺς δικαίους Μορ 15 ποιήσομεν γὰρ Α sed γρ ποιήσωμεν δὲ in marg 16 πίσσῃ Μο 22 ταλαιπωρεῖν scripsi ταῦτα ποιεῖν libri edd ρων δὲ ὁ στρατιώτης φεύγοντες τὴν οὐδὲν πλέον αὐ- τοῖς φέρουσαν ταλαιπωρίαν. 35. Πῶς οὖν αὐτὸς ἡμῖν τῇ περὶ τὰς ἀκροάσεις ταύτας ἀκολασίᾳ τὸ χρῆμα τῶν λόγων ηὔξηκεν; ἐγὼ μὲν γὰρ αὐτοὺς εἰς ταπεινὸν ἡγοῦμαι κατενηνέχθαι παντὸς τοῦ βουλομένου τοῖς αὑτοῦ λήροις ἡμέραν εὑρισκομένου, σὺ δὲ φιληκοίαν τοῦτο καλεῖς καὶ σπου- δὴν περὶ λόγους καί μοι φαίνῃ μετὰ τὴν τοῦ Ἀπόλ- λωνος κιθάραν ἐλθὼν ἐπὶ τὰς τουτωνὶ τῶν ἐν τοῖς καπηλείοις προσαιτούντων ἀξιῶσαι ἂν καλεῖσθαι φιλό- μουσος.