οὐ τοίνυν οὐδὲ τὸν θόρυβον τόν τε πρότε- ρον τόν τε δεύτερον τῆς πόλεως εἶναι χρὴ νομίσαι. οὐ γὰρ οἷς γυναῖκες καὶ παῖδες | καὶ οἰκίαι καὶ τέχναι R II 96 καὶ ἡ διὰ τούτων τροφή, οὐχ οὗτοι πληροῦσι τὸ θέα- τρον, ἀλλὰ τῶν μὲν στρατιωτῶν οἱ τὰς τάξεις τὰς αὑτῶν λελοιπότες, τῶν δὲ δούλων οἱ δουλεύειν οὐκ ἀξιοῦντες, τὸ δὲ λοιπόν, ὄχλος ἐν τῇ σκηνῇ τοῦ βίου τὰς ἐλπίδας ἔχων. εἰ δέ τι καὶ ἐπιεικὲς ἐν μέσῳ των, ὑπὸ τῶν ἐκείνοις δοκούντων ὠθεῖται πρὸς τὰ αὐτὰ καὶ ἐπαινεῖν τε τὸν ἄρχοντα ἐθέλον διεκωλύθη καὶ φεύγειν βουλόμενον κατηναγκάσθη μένειν. τὸ δὲ ἀναγκάζον τοῦτο λέγειν τε ἃ μὴ δεῖ καὶ μὴ λέγειν ἃ 10 ἤτοι ἔφευγον οἱ ταὐτὰ φρονοῦντες ἀντὶ φευγόντων φυγὴν εἰπὼν V2 2 αὐτῶν IPaMo Mor | νώθειαν Μο sed ν eras 4 τε scripsi γε libri edd 6 ante τούτους ras 4—5 litt Α 8 δορούμενοι C sed λοιδορ e λ corr s, Pa sed γρ λούμενοι in marg m2, Mo Mor 10 πρὸς τὴν πόλιν ΡαΜο edd 11 δ’ Re 13 χρὴ — 14 οἰκίαι om Mor 14 οἰκίαι reposui e libris οἰκέται Re 21 τε inserui e libris om edd | ἐθέλον V sed ω supra o m2 ἐθέλων Pa Mor 23 τε om Pa | μὴ (2) om V δεῖ παρὰ τῶν ὀλίγων ἐκείνων ὧν ἔφην ἐπιτάττεται. οὕτως ἀκριβεῖ λόγῳ κομιδῆ μικρὸν τὸ τὴν ἐναντίαν σοι τεταγμένον. 9. Ἕνεκα μὲν οὖν τοῦ μηδὲν τῶν τοιούτων εἶναί σοι βλάβην ἐᾶν ἐχρῆν, νῦν δ’ ὑπὲρ αὐτοῦ τοῦ ταῖς πόλεσι τὴν σωφροσύνην λυσιτελεῖν προσήκει τι καὶ ἐπανορθῶσαι, κἂν δέῃ τινὸς ἐνταῦθα δίκης. οὐ γὰρ R II 97 ἀπολεῖταί σοι τὸ δοκεῖν εἶναι | πρᾴῳ διὰ τὴν τι- μωρίαν· οὐδὲ γὰρ τῷ Διὶ τὸ δοκεῖν εἶναι μειλιχίῳ διὰ τὰς τιμωρίας. ποιεῖ γὰρ ἀμφότερα. καὶ σὺ τοί- νυν τὸ μὲν ἱκανῶς ἐπιδέδειξαι, τὸ δὲ ἐκείνῳ πρόσθες, ὅπως ἀμφοτέρωθεν παιδεύῃς τὸ ὑπήκοον, τῷ μὲν πεί- θων, τῷ δὲ ἀναγκάζων. οὐδὲ γὰρ φιλανθρωπίαν ἔτι τοῦτο καλοῦσιν οἱ κακοήθεις. ἀλλ’ ἐγὼ μὲν οὐκ ἄν εἴποιμι, τοῖς δ’ οὐδὲν ἄρρητον.