φήσεις οὐδεπώποτε πρὸς ἐμὲ τοῦτο παθεῖν. οἶδα. ἀλλὰ καὶ πρὸς ἄλλον καὶ ἄλλον ἄξιον εἶναι τοιοῦτον· πρὸς ἅπαντας μὲν γὰρ τοὺς ὁμιλοῦντας οὔ. πολλοῖς γὰρ τὰ δικαστήρια μέταλλα. δεῖ δὲ οὐδὲ ἁπάντων κατεγνωκέναι κακίαν. ἔσται δέ σοι πίστις ἀζήμιος, εἰ τοῖς μὲν προσέχοις, τοὺς δὲ φυλάττοιο. R II 106 δῆλοι δὲ οἱ τρόποι | ταῖς δόξαις. 30. Καὶ περὶ τῶν χθὲς πληγῶν ἐκεῖνο λέγω. γῶν μὲν ἦν ὁ καιρός, οὐ μὴν τοσούτων γε, ὡς τοῖς μὲν ἔδοξας τὸ Κόκκου πεποιηκέναι, τοῖς δὲ καὶ παρ- ελθεῖν. εἰ δ’ ᾧ κρείττους ἐσμὲν ἐκείνου, τοῦτο προη- σόμεθα, τέ τοῖς ἐκεῖνον ὑμνοῦσιν ἀντιθήσομεν; εἶθ’ ὁ μὲν οὐκ ὀρθῶς ἐφ’ οἷς ἐπέστη διῳκηκὼς ἐπαίετο, νηρὸς ἴσως στρατιώτης, ὁ δ’ οὐ παντὶ σθένει μαστι- γοῦν δοκῶν πληγαῖς εἰς τοῦτ’ ἠναγκάζετο ταὐτὰ ποιῶν καὶ πάσχων, τύπτων ὁμοῦ καὶ τυπτόμενος. πῶς οὖν οὐ καὶ τέταρτος ἦν ποιῶν τοῦτο πρὸς τὸν τρίτον ὃ ’κεῖνος πρὸς τὸν δεύτερον; ἦν γὰρ δὴ καὶ τού τρίτῳ τὴν αὐτὴν αἰτίαν ἐπενεγκεῖν καὶ τῷ τετάρτῳ γε, καὶ οὐκ ἂν ἦν οὗ στῆναι τοῦτο ἔδει.