πάνυ γε ἄξιον τῆς τούτων ἕνεκα ἡδονῆς ἱεροσυ- λεῖν καὶ μετὰ τοῦτον τὸν πόρον ζητεῖν ἕτερον καὶ πάλιν ἄλλον, ἵν’ ἃ μὲν λαμβάνουσι, μικρὰ λέγωσιν R II 103 εἶναι, δεῖν δὲ | τὸν ἄρχοντα σκοπεῖν, ὅπως ἕξουσι πλείω. δεῖν γὰρ αὐτοὺς κατέχειν δόσεσι καὶ δεδιέναι δρασμόν. εἶτ’ οὐκ εὐχόμεθα τοῦτο γενέσθαι τἀγαθὸν καὶ τὴν νῦν οὐ καθαρὰν καθαρὰν γενέσθαι πόλιν; τούτων γὰρ τῶν ὀλέθρων οὐ μεῖζον κακὸν οὐδὲ ἀν- δροφόνος. 25. τὰς τέρψεις οὖν ἀφαιρῇ τὴν πόλιν; ἐγὼ μὲν ἡδέως ἂν τὰς πονηράς, εἴπερ οἷός τ’ ἦν, νῦν δὲ κἂν πάνυ βούλωμαι, μένουσιν, εἰ καὶ μηδεὶς τοῦτο διδοίη τἀργύριον, μετενεγκόντες μὲν ἐφ’ ἑαυτοὺς πολλῶν οὐ- σίας, οὐκ ὀλίγων δὲ μέλλοντες ἡγούμενοι τοὺς πλουτοῦν- τας οὐχ αὑτοῖς μᾶλλον ἢ ’κείνοις ἔχειν ἃ κέκτηνται. 26. Μηδεὶς οὖν δεδιττέσθω τὸν καλὸν κἀγαθὸν Ἰκάριον ὡς κακῶς πράξοντος τοῦ θεάτρου μὴ τούτων προεθέντων τῶν χρημάτων. οὐ γὰρ τὸν παρελθόντα χρόνον οἱ μὲν ἐδραπέτευον, ἡμῖν δὲ πραγμάτων ἐπ R II 104 αὐτοὺς ἐδέησεν, ἀλλ’ | ἔμενον ὀρφανίας τρυγῶν- τες οἵ τε ὀρχούμενοι οἵ τε μιμούμενοι αἵ τε μιμούμεναι. 23 Luc. dial. mer. 1,2 1 κλᾴων Re 8 δεῖν reposui e V δεῖ reliqui libri Re | ἢ? 10 καθαρὰν (2) reposui e libris cum Cobeto Coll. 125 om Re post καθαρὰν ras 5 — 6 litt I 11 τούτων — 13 πόλιν om I 15 βούλομαι I sed ο in ω corr m3, Mo 15 δοίη Pa V 16 εἰς I 18 κείνοις Ρ sed antepos m2, ΙΜο 19 κἀγαθὸν om I 20 πράξαντος ΙΜο 21 προεθέντων scripsi auctore Cobeto Coll. 125 προτεθέντων Μο προστεθέντων reliqui libri Re 27. Τούτων μὲν οὖν μὴ σφόδρα φαίνου προνοού- μενος μηδὲ νομίζων ἀγαθὸν πόλει τηλικοῦτον κακόν, τοῦ δὲ μὴ προστεθῆναι τῷ παρέδρῳ πάρεδρον μελέτω σοι. καὶ γὰρ ᾐσθόμην τινῶν τοῦτο μηχανωμένων οὐ πόνων ἐπιθυμούντων, ἀλλ’ ὅπως ἐν δυνάμει τοῦ χρη- ματίζεσθαι γένοιντο. ἀλλ’ οἱ μὲν ἐθελόντων, σὺ δὲ τὸ πλείω ταλαιπωρεῖν τοῦ τοιαῦτα κινδυνεύειν αἱρε- τώτερον ἡγοῦ. τό τε γὰρ ἀσφαλὲς ἔνι, καὶ κάλλος χῆς οὐ μικρὸν ἄρχων εἰς μέσας νύκτας διὰ τῶν μάτων ἐρχόμενος κἀν τοῖς ἀπειποῦσι διακόνοις κρείττων ὢν ἢ ἀπειπεῖν. ὅσοι δὲ πολλοῖς μὲν ὀφθαλμοῖς, πολ- λαῖς δὲ χερσὶ ταῦτα ἀφέντες εὕροντο δι’ αὐτῶν τὸ περιπατεῖν τε καὶ πρὸς τὸ εἰσρέον λαλεῖν, ἄμεινον δὲ εἰπεῖν φλυαρεῖν, | ἐξήλεγξαν ἑαυτοὺς ἐλάττους R II 105 ὄντας τοῦ πράγματος καὶ σαφῶς τὴν τάξιν ἔλιπον μο- νονουχὶ βοῶντες, ὡς ὧν οὐκ ἐφικνούμεθα, ταῦτα ἐζητήσαμεν. 28. Βούλομαι δή τι καὶ περὶ τοῦ φόβου διελθεῖν, ὂν ἔχεις περὶ τῶν ἀδίκων λημμάτων. ὅσον γὰρ αὐτὸς τούτων ἀπέχεις, τοσοῦτον ἀξιοῖς καὶ τοὺς σοὺς φίλους, εὖ ποιῶν. οἱ δὲ τοῦτο μὲν ποιοῦσιν, ὑποπτεύονται δὲ οὐ ποιεῖν, ἀλλ’ ἢν μνησθῇ τις συμφορᾶς ὡς δικαίας λελύσθαι, ῥῆμα πᾶν ἐν ὑποψίᾳ καὶ μισθὸς ἤδη δἐδο- ται ἢ ὡμολόγηται. εἶθ’ οἱ μέν, ἴνα μὴ τοῦτο νομι- σθῶσι, σιγῶσι, μεθίσταται δὲ τῶν κακῶς ἐχόντων 1 φαίνῃ Μο 2 μὴ δὲ PIMo V 3 προστεθῆναι I sed στ in ras m 3 10 ἀρχόμενος Ι | ἀπαιτοῦσι Μο sed α (2) in ε corr 11 πολλοῖς I 12 ταῦτα ἀφέντες reposui e libris πάντα ἐφέντες Re | δι’ αὐτῶν om I 13 δ’ Re 14 ἑαυτοὺς reposui e libris δ’ αὑτοὺς Re 19 ὅσον Ρ sed o (2) in ras m5 22 μὴ V | εἰ V οὐδέν.