πάνυ γε ἄξιον τῆς τούτων ἕνεκα ἡδονῆς ἱεροσυ- λεῖν καὶ μετὰ τοῦτον τὸν πόρον ζητεῖν ἕτερον καὶ πάλιν ἄλλον, ἵν’ ἃ μὲν λαμβάνουσι, μικρὰ λέγωσιν R II 103 εἶναι, δεῖν δὲ | τὸν ἄρχοντα σκοπεῖν, ὅπως ἕξουσι πλείω. δεῖν γὰρ αὐτοὺς κατέχειν δόσεσι καὶ δεδιέναι δρασμόν. εἶτ’ οὐκ εὐχόμεθα τοῦτο γενέσθαι τἀγαθὸν καὶ τὴν νῦν οὐ καθαρὰν καθαρὰν γενέσθαι πόλιν; τούτων γὰρ τῶν ὀλέθρων οὐ μεῖζον κακὸν οὐδὲ ἀν- δροφόνος. 25. τὰς τέρψεις οὖν ἀφαιρῇ τὴν πόλιν; ἐγὼ μὲν ἡδέως ἂν τὰς πονηράς, εἴπερ οἷός τ’ ἦν, νῦν δὲ κἂν πάνυ βούλωμαι, μένουσιν, εἰ καὶ μηδεὶς τοῦτο διδοίη τἀργύριον, μετενεγκόντες μὲν ἐφ’ ἑαυτοὺς πολλῶν οὐ- σίας, οὐκ ὀλίγων δὲ μέλλοντες ἡγούμενοι τοὺς πλουτοῦν- τας οὐχ αὑτοῖς μᾶλλον ἢ ’κείνοις ἔχειν ἃ κέκτηνται. 26. Μηδεὶς οὖν δεδιττέσθω τὸν καλὸν κἀγαθὸν Ἰκάριον ὡς κακῶς πράξοντος τοῦ θεάτρου μὴ τούτων προεθέντων τῶν χρημάτων. οὐ γὰρ τὸν παρελθόντα χρόνον οἱ μὲν ἐδραπέτευον, ἡμῖν δὲ πραγμάτων ἐπ R II 104 αὐτοὺς ἐδέησεν, ἀλλ’ | ἔμενον ὀρφανίας τρυγῶν- τες οἵ τε ὀρχούμενοι οἵ τε μιμούμενοι αἵ τε μιμούμεναι. 23 Luc. dial. mer. 1,2 1 κλᾴων Re 8 δεῖν reposui e V δεῖ reliqui libri Re | ἢ? 10 καθαρὰν (2) reposui e libris cum Cobeto Coll. 125 om Re post καθαρὰν ras 5 — 6 litt I 11 τούτων — 13 πόλιν om I 15 βούλομαι I sed ο in ω corr m3, Mo 15 δοίη Pa V 16 εἰς I 18 κείνοις Ρ sed antepos m2, ΙΜο 19 κἀγαθὸν om I 20 πράξαντος ΙΜο 21 προεθέντων scripsi auctore Cobeto Coll. 125 προτεθέντων Μο προστεθέντων reliqui libri Re 27. Τούτων μὲν οὖν μὴ σφόδρα φαίνου προνοού- μενος μηδὲ νομίζων ἀγαθὸν πόλει τηλικοῦτον κακόν, τοῦ δὲ μὴ προστεθῆναι τῷ παρέδρῳ πάρεδρον μελέτω σοι. καὶ γὰρ ᾐσθόμην τινῶν τοῦτο μηχανωμένων οὐ πόνων ἐπιθυμούντων, ἀλλ’ ὅπως ἐν δυνάμει τοῦ χρη- ματίζεσθαι γένοιντο. ἀλλ’ οἱ μὲν ἐθελόντων, σὺ δὲ τὸ πλείω ταλαιπωρεῖν τοῦ τοιαῦτα κινδυνεύειν αἱρε- τώτερον ἡγοῦ. τό τε γὰρ ἀσφαλὲς ἔνι, καὶ κάλλος χῆς οὐ μικρὸν ἄρχων εἰς μέσας νύκτας διὰ τῶν μάτων ἐρχόμενος κἀν τοῖς ἀπειποῦσι διακόνοις κρείττων ὢν ἢ ἀπειπεῖν. ὅσοι δὲ πολλοῖς μὲν ὀφθαλμοῖς, πολ- λαῖς δὲ χερσὶ ταῦτα ἀφέντες εὕροντο δι’ αὐτῶν τὸ περιπατεῖν τε καὶ πρὸς τὸ εἰσρέον λαλεῖν, ἄμεινον δὲ εἰπεῖν φλυαρεῖν, | ἐξήλεγξαν ἑαυτοὺς ἐλάττους R II 105 ὄντας τοῦ πράγματος καὶ σαφῶς τὴν τάξιν ἔλιπον μο- νονουχὶ βοῶντες, ὡς ὧν οὐκ ἐφικνούμεθα, ταῦτα ἐζητήσαμεν. 28. Βούλομαι δή τι καὶ περὶ τοῦ φόβου διελθεῖν, ὂν ἔχεις περὶ τῶν ἀδίκων λημμάτων. ὅσον γὰρ αὐτὸς τούτων ἀπέχεις, τοσοῦτον ἀξιοῖς καὶ τοὺς σοὺς φίλους, εὖ ποιῶν. οἱ δὲ τοῦτο μὲν ποιοῦσιν, ὑποπτεύονται δὲ οὐ ποιεῖν, ἀλλ’ ἢν μνησθῇ τις συμφορᾶς ὡς δικαίας λελύσθαι, ῥῆμα πᾶν ἐν ὑποψίᾳ καὶ μισθὸς ἤδη δἐδο- ται ἢ ὡμολόγηται. εἶθ’ οἱ μέν, ἴνα μὴ τοῦτο νομι- σθῶσι, σιγῶσι, μεθίσταται δὲ τῶν κακῶς ἐχόντων 1 φαίνῃ Μο 2 μὴ δὲ PIMo V 3 προστεθῆναι I sed στ in ras m 3 10 ἀρχόμενος Ι | ἀπαιτοῦσι Μο sed α (2) in ε corr 11 πολλοῖς I 12 ταῦτα ἀφέντες reposui e libris πάντα ἐφέντες Re | δι’ αὐτῶν om I 13 δ’ Re 14 ἑαυτοὺς reposui e libris δ’ αὑτοὺς Re 19 ὅσον Ρ sed o (2) in ras m5 22 μὴ V | εἰ V οὐδέν. φήσεις οὐδεπώποτε πρὸς ἐμὲ τοῦτο παθεῖν. οἶδα. ἀλλὰ καὶ πρὸς ἄλλον καὶ ἄλλον ἄξιον εἶναι τοιοῦτον· πρὸς ἅπαντας μὲν γὰρ τοὺς ὁμιλοῦντας οὔ. πολλοῖς γὰρ τὰ δικαστήρια μέταλλα. δεῖ δὲ οὐδὲ ἁπάντων κατεγνωκέναι κακίαν. ἔσται δέ σοι πίστις ἀζήμιος, εἰ τοῖς μὲν προσέχοις, τοὺς δὲ φυλάττοιο. R II 106 δῆλοι δὲ οἱ τρόποι | ταῖς δόξαις. 30. Καὶ περὶ τῶν χθὲς πληγῶν ἐκεῖνο λέγω. γῶν μὲν ἦν ὁ καιρός, οὐ μὴν τοσούτων γε, ὡς τοῖς μὲν ἔδοξας τὸ Κόκκου πεποιηκέναι, τοῖς δὲ καὶ παρ- ελθεῖν. εἰ δ’ ᾧ κρείττους ἐσμὲν ἐκείνου, τοῦτο προη- σόμεθα, τέ τοῖς ἐκεῖνον ὑμνοῦσιν ἀντιθήσομεν; εἶθ’ ὁ μὲν οὐκ ὀρθῶς ἐφ’ οἷς ἐπέστη διῳκηκὼς ἐπαίετο, νηρὸς ἴσως στρατιώτης, ὁ δ’ οὐ παντὶ σθένει μαστι- γοῦν δοκῶν πληγαῖς εἰς τοῦτ’ ἠναγκάζετο ταὐτὰ ποιῶν καὶ πάσχων, τύπτων ὁμοῦ καὶ τυπτόμενος. πῶς οὖν οὐ καὶ τέταρτος ἦν ποιῶν τοῦτο πρὸς τὸν τρίτον ὃ ’κεῖνος πρὸς τὸν δεύτερον; ἦν γὰρ δὴ καὶ τού τρίτῳ τὴν αὐτὴν αἰτίαν ἐπενεγκεῖν καὶ τῷ τετάρτῳ γε, καὶ οὐκ ἂν ἦν οὗ στῆναι τοῦτο ἔδει. πάντα τὰ σῦτά σοι φυλακτέον, Ἰκάριε, πόρρω τοῦ τῆς ὑμετέρας 10 Procli. cf. or. XXVII p. 29, 13 et 16; 36,20; 37,5; 40, 26; 42, 1; or. XXIX p. 68, 8. t. I 177, 15. Drom. Psaltr. fr. com. Att. III 541, 4 Μ. II 419, 1 Κ. 21 cf. t. I 182, 6 1 οὐδὲ πώποτε CAPIV | παθεῖν; V et e παθεῖν. corr I3 2 καὶ (1) om V | καὶ ἄλλον om Μο 4 οὐ πολλοῖς I et Macar qui fol. 89 praemissis Τοῦ πρὸς ἰκάριον λόγ. ῆ haec verba usque ad μέταλλα citat | γὰρ om Macar 6 προσέχεις ΙΜο | φυλάτ- τοις Pa sed γρ φυλάττοιο in marg m2, Μο 10 τὸ C sed τ in ras f 11 προησόμεθα Ρ sed η in ras m2 14 ἴσως ὁ στρατιώτης Μο | ὅ ΡΙ ὃ Μο 15 ταὐτὰ Ρ sed ~ eras ταῦτα I 18 ἐκεῖνος V sed vos punctis del κεῖνος ΡΜο | πρὸς τὸν δεύτερον vocibus rursus inc. Mor p. 513, 5 19 ἐνεγκεῖν Μο Mor 21 σοι om I | ἡμετέρας Μο Mor οἰκίας ἤθους ὄντα. πολὺ δέ, οἶμαι, βέλτιον ἐν ἐλάτ- τονι δοῦναι τὸν ἡμαρτηκότα | τὴν δίκην ἢ σὲ R II 107 δόξαι τῶν προσηκόντων ὑμῖν ὅρων ἐξενηνέχθαι. ὁρᾷς, ὡς ἐκεῖνο καλὸν καὶ ὑμέτερον ἀκριβῶς ἀκολουθεῖν ταῖς πληγαῖς τὴν ἄφεσιν, ἀλλὰ μὴ δεσμόν, ὃ τοῖς ἄλ- λοις, ὥσπερ ὑπὸ νόμου προστεταγμένον, ἐπράττετο; ἐν δὲ τούτῳ πρῶτον μὲν ἦν κακὸν ὁ τόπος· ποῦ γὰρ ἴσον οἰκία καὶ δεσμωτήριον πολλοὺς ἐν ὀλίγῳ φυλάττον; δεύτερον δὲ τὸ μὴ τῶν οἰκείων εἰς θερα- πείαν ἀπολαύειν· τρίτον τὸ τὴν λύσιν ὠνεῖσθαι χρη- μάτων διὰ τῶν ὡς τὸν ἄρχοντα εἰσιόντων ἄνευ τῶν τῷ τῆς θύρας κυρίῳ καθ’ ἑκάστην διδομένων ἡμέραν· τέταρτον οἱ παρὰ τὸ δεδέσθαι γιγνόμενοι θάνατοι. τουτὶ γὰρ δὴ τοῖς τε ἰδιώταις ἦν σαφὲς καὶ παρὰ τῶν ἰατρῶν ἦν ἀκούειν, ὅτι, εἰ μή τις αὐτοὺς ἐπὶ ταῖς πληγαῖς ἔδησεν, οὐκ ἂν ἐτεθνήκεσαν. τούτοιν δὴ τοῖν δυοῖν τοῦ μὲν ἀφεκτέον σοι, πικρότερον γάρ, τὸ δὲ τηρητέον, καλὸν γάρ. 33. Δεῖται <δέ> σου δι’ ἐμοῦ πᾶν ὅσον ἐν ταις, τηρῆσαι τὸ μέχρι μέσων νυκτῶν ἡσυχίᾳ. | προστιθέναι γάρ σε τῇ ἡμέρᾳ τοῦτό γε τοσοῦτον R II 108 ὄν. ὑφ’ ὅτου κακῶς διακεῖσθαι λέγουσιν ἄλλος ἄλλο τι τοῦ σώματος καὶ μόλις ὀρθοῦσθαι καὶ μόλις ἐστά- 3 ἡμῖν PaMo V 6 ὑπὸ scripsi auctore Cobeto Coll. 125 ἀπὸ libri edd | ; posui ex ΙΜοV reliqui libri edd 8 ἴσον Ρ sed in corr ὅσον Μο Mor 9 θεραπείας Mor 10 τὸ] τὸν Μο Mor | ὠκεῖσθαι Μο Mor qui ὠνεῖσθαι ἢ ἀκεῖσθαι coni 11 τῶν (2) om I 12 διδομένων καθ’ ἑκάστην V | καθε- κάστην Μο 13 γινόμενοι V 14 δὴ inserui e V om reli- qui libri edd 16 post τούτοιν 1—2 litt ras Ρ 19 δέ serui „desidero nexum“ Sintenis 20 τηρῆσαι scripsi e τιμῆσαι reliqui libri edd 22 ὑφ’ ὅτου Pa V sed in utroque ὑφ’ οὗ μᾶλλον in marg m2 νᾶι καὶ ὅλως ἀπειρηκέναι, μηδὲ γὰρ τὰ αὐτὰ σοὶ δύ- νασθαι. ταῦτ’ οὖν οἱ μὲν αἰτοῦσιν, ἐγὼ δὲ παρασχεῖν σέ φημι δεῖν καὶ μὴ θαυμάζειν, εἴ τις ἐφ’ οἷς σε ζη- λοῖ, ταῦτα οὐκ ἔχει μιμεῖσθαι. οὐδὲ γὰρ τὰ Ἡρα- Κλεοῦς, καίτοι τίς οὐκ ἂν ἡδέως; νῦν δ’ οὐδ’ αὐτὸς ὁ Θησεύς. σοὶ μὲν οὖν ἕστηκε τὸ ὄμμα καὶ τὸ νι- κᾶν τὸν ὕπνον ἐστὶν ἐν συνηθείᾳ, τοῖς δ’ οὐδὲ σφό- δρα βουλομένοις τοῦτ’ ἔνι δυνηθῆναι. τρέπεται γὰρ αὐτοὺς μετὰ πολλὴν μάχην καὶ πόνον, καὶ τὴν Νύκτα ἱκετεύουσι κινῆσαι πρὸς ᾠδὴν ἀλεκτρυόνας. ἤδη δέ τις καὶ γνώμην εἶπεν ἀλεκτρυόνα κατακλείσαντας ἔν τινι τῶν ἐγγὺς οἰκημάτων εἰς ἀνάγκην αὐτὸν ᾠδῆς ἀκαίρου καθιστάναι σοὶ μὲν ἀπάτην φερούσης, τοῖς R II 109 δὲ ἀπελθεῖν | διδούσης. ὡς νῦν γε στερήσει τε λουτρῶν κάμνουσι καὶ μέσον σφίσιν οὐδὲν δείπνου τε καὶ τοῦ παρὰ σὲ δρόμου. καὶ δεινόν, εἰ διὰ τὴν σὴν περὶ ταῦτα ἀρετὴν ἀπολεῖταί τις. βέλτιον γὰρ σὲ βιασθῆναι πρὸς ὕπνον ἢ ἐκείνους πρὸς όγρυπνίαν.