τί δ’ αὐτὰς διασώσει τὰς κα- λύβας, ὅταν ὁ μὲν χρόνος, ὃ δὴ πέφυκε ποιεῖν, φθείρῃ, | βοηθῇ δὲ μηδείς, ἢ καὶ διασπάσας ἔχῃ ἕκαστος R II 102 τάς τε σανίδας καὶ τὰ ἄλλα, τὸ δὲ ἐνοικῆσον οὐκ ᾖ; πόθεν οὖν ἔσται τοῦτο τὸ ἀργύριον; ἐῶ γάρ, ὡς οὐκ ἔσται τοῖς πένησιν οἴκησις τούτων μὲν ἀνῃρημένων, τοῦ δὲ τῶν οἰκημάτων μισθοῦ μείζονος ἢ κατ’ ἐκείνους ὄντος. 22. Πρόκλου γὰρ εἶναι τοῦτο ἔργον φήσει τις. οὐ μὰ τὸν Δία καὶ τὴν Ἀθηνᾶν, ἀλλὰ τῶν εἰσπραττόντων ἡμῶν. τὸ μὲν γὰρ ἐκείνου γράμματα ἦν καὶ λόγος, τὸ δὲ νῦν καταβάλλουσι τἀργύριον. θαυμάζω δέ, εἰ τις οἴεται καλὸν αὐτὸ δείξειν τῷ Πρό- κλῳ. τῷ γὰρ ἄν τις σὲ μᾶλλον ἀποτρέψειεν ἢ τῷ ὀνόματι τούτῳ; τί γὰρ γένοιτ’ ἂν αἴσχιον ἢ τὸ τῶν Πρόκλου κακῶν Ἰκάριον κληρονομεῖν καὶ τὸν μὲν ἡγεῖσθαι, τὸν δὲ ἕπεσθαι;