XXVI (XXV R) ΠΡΟΣ ΙΚΑΡΙΟΝ. R II 91 Ὡς μὲν ἐπὶ τοῖς περὶ σὲ τετολμημένοις, ὦ φίλτατε, διετέθην καὶ οἷα μὲν εἶπον, οἷα δὲ ἔπραξα πρὸς τοὺς οὐ σωφρονοῦντας, τούς τε ἄλλους ἅπαντας εἰδέναι νομ·ίζω σέ τε οὐδενὸς ἧττον. ει’ οὖν τινα πρὸς σὲ ποιοίμην καὶ παραίνεσιν, οὐκ ἂν εἰκότως ὑπολαμ- βόνοις ἑτέροις με μᾶλλον χαριζόμενον ἢ τῶν σῶν πρό- νοιαν ποιούμενον ἐπὶ τοῦτο ἀφῖχθαι, οὐδ’ ἂν χαλεπῶς R II 92 φέροις, εἴ τι τῶν νῦν οὐκ ὀρθῶς | σοι δοκούντων ἐπανορθοίην. οὐ γὰρ οὓς οὐκ ἂν εἰκότως φιλοίης, φαίην ἄν σε προσήκειν φιλεῖν, ἀλλὰ μὴ μισεῖν οὓς οὐκ ἄξιον. C = codex Chisianus Α = Monacensis gr. 483 (Augustanuis) Ρ = Palatinus gr. 282 I = Marcianus append. XCI 2 Pa = Patmius Mo = Monacensis gr. 101 V = Vindobonensis phil. gr. XCIII 1 cf. t. I p. 182, 5 sq. 1 τοῦ αὐτοῦ πρὸς V | ἱκάριον I λόγος ὀκτωκαιδέκατος post ἰκάριον V rubr 2 πεπραγμένοις I 5 δ’ inter εἰ et οὖν inser Ρ2 6 ὑπολαμβάνεις I 7 ἑτέροις P sed ι in ras | με om Pa V μὲν Mor | προνοούμενον Mor 9 ὀρθῶν ὀρθῶν <ἔν>? | δοκούντων ἔχειν coni Re 11 σοι V | οὓς οὐκ in marg inser Α 2. Οἶμαι δὴ δεῖν πρῶτον μὲν ὡς νῦν ἔχεις ἡμῖν πρὸς τὴν πόλιν, διελθεῖν, ἐπειθ’ ὡς ἔχοις ἂν εἰκότως, εἰπεῖν. Οἴει τὴν πόλιν ἅπασαν τήνδε τὴν Ἀντιόχου Πρό- κλου τε ἐρᾶν καὶ πρὸς ἐκεῖνον βλέπειν καὶ τὰ ’κείνου ποθεῖν καὶ τοῖς σοῖς ἄχθεσθαι καὶ δυσχεραίνειν ταυ- τηνὶ τὴν μεταβολὴν καὶ πάντα μὶν λόγον, ἅπαν δὲ ἔργον δύο ταῦτα βούλεσθαι, τὰ ’κείνου μὲν αἱρεῖν, τὰ σὰ δὲ καταβάλλειν.