XXVI (XXV R) ΠΡΟΣ ΙΚΑΡΙΟΝ. R II 91 Ὡς μὲν ἐπὶ τοῖς περὶ σὲ τετολμημένοις, ὦ φίλτατε, διετέθην καὶ οἷα μὲν εἶπον, οἷα δὲ ἔπραξα πρὸς τοὺς οὐ σωφρονοῦντας, τούς τε ἄλλους ἅπαντας εἰδέναι νομ·ίζω σέ τε οὐδενὸς ἧττον. ει’ οὖν τινα πρὸς σὲ ποιοίμην καὶ παραίνεσιν, οὐκ ἂν εἰκότως ὑπολαμ- βόνοις ἑτέροις με μᾶλλον χαριζόμενον ἢ τῶν σῶν πρό- νοιαν ποιούμενον ἐπὶ τοῦτο ἀφῖχθαι, οὐδ’ ἂν χαλεπῶς R II 92 φέροις, εἴ τι τῶν νῦν οὐκ ὀρθῶς | σοι δοκούντων ἐπανορθοίην. οὐ γὰρ οὓς οὐκ ἂν εἰκότως φιλοίης, φαίην ἄν σε προσήκειν φιλεῖν, ἀλλὰ μὴ μισεῖν οὓς οὐκ ἄξιον. C = codex Chisianus Α = Monacensis gr. 483 (Augustanuis) Ρ = Palatinus gr. 282 I = Marcianus append. XCI 2 Pa = Patmius Mo = Monacensis gr. 101 V = Vindobonensis phil. gr. XCIII 1 cf. t. I p. 182, 5 sq. 1 τοῦ αὐτοῦ πρὸς V | ἱκάριον I λόγος ὀκτωκαιδέκατος post ἰκάριον V rubr 2 πεπραγμένοις I 5 δ’ inter εἰ et οὖν inser Ρ2 6 ὑπολαμβάνεις I 7 ἑτέροις P sed ι in ras | με om Pa V μὲν Mor | προνοούμενον Mor 9 ὀρθῶν ὀρθῶν <ἔν>? | δοκούντων ἔχειν coni Re 11 σοι V | οὓς οὐκ in marg inser Α 2. Οἶμαι δὴ δεῖν πρῶτον μὲν ὡς νῦν ἔχεις ἡμῖν πρὸς τὴν πόλιν, διελθεῖν, ἐπειθ’ ὡς ἔχοις ἂν εἰκότως, εἰπεῖν. Οἴει τὴν πόλιν ἅπασαν τήνδε τὴν Ἀντιόχου Πρό- κλου τε ἐρᾶν καὶ πρὸς ἐκεῖνον βλέπειν καὶ τὰ ’κείνου ποθεῖν καὶ τοῖς σοῖς ἄχθεσθαι καὶ δυσχεραίνειν ταυ- τηνὶ τὴν μεταβολὴν καὶ πάντα μὶν λόγον, ἅπαν δὲ ἔργον δύο ταῦτα βούλεσθαι, τὰ ’κείνου μὲν αἱρεῖν, τὰ σὰ δὲ καταβάλλειν. ταῦτα τοίνυν ὅταν περὶ ἁπάσης δοξάζῃς τῆς πόλεως, τοῦ προσήκοντος ἁμαρ- τάνεις. ἔχει γὰρ οὐχ οὕτω τἀληθές, ἀλλ’ ἔστι ταῦτα ὀλίγων τῶν ἐκ τῆς ἀρχῆς τῆς ἐκείνου πεπλουτηκότων, τῶν τὰς ἀδίκους καὶ μεγάλας εἰληφότων χάριτας. ἔλαβον μὲν γὰρ πολλοὶ καὶ μεστὴ τούτων ἡ γῆ, τοῖς δὲ τὰ ἐλάττω λαβοῦσι φθόνος ἔνεστι πρὸς τοὺς τὰ μείζω καὶ οὐκ ἀμείβονται τηλικούτοις. | οἱ δὲ R II 93 πόντα ποιοῦντες καὶ οἷς ἐστι καὶ πρὸ τῶν θεῶν ὁ Πρόκλος, ὀκτώ τινές εἰσιν· οὕς, εἰ βούλει, ποιήσωμεν εἵκοσι καὶ τούς γε ἢ φόβῳ τούτοις ἑπομένους ἢ χρή- μασιν, εἰ δοκεῖ, τοσούτους εἶναι πόλιν τιθῶμεν. καὶ πόσον ἂν εἴη τοῦτο πρὸς τοσαύτας μυριάδας τὰς μὲν ἀνδρῶν, τὰς δὲ γυναικῶν; ὧν ἐν ἑκατέραις ἀμύθητόν τι φίλτρον τῆς σῆς κεφαλῆς ἐνίδρυται καὶ μέγα μὲν 4 cf. t. I p. 177, 14 sq. 180,19 sq. 2 περὶ Pa sed πρὸς suprascr m2 4 πλόκλου V ut con- stanter in hac oratione, id quod semel adnotasse satis habeo 5 τ’ Ρ | τἀκείνου Mo Mor | ’κείνου Ρ sed eras 6 ἔχθε- σθαι Mo Mor 7 ἅπαν] ἅπαντα Mo 8 τὰ ’κείνου Ρ sed ει in ras m5 τἀκείνου Mo Mor | ἔρειν Μο et γρ Mor ἐρείδειν Mor 13 τῶν om Mor 14 γὰρ om Mo Mor 16 τηλι- κούτου Μο Mor 18 ποιήσομεν Μο 19 ἑπομένους scripsi e V auetore Re ἐκπεμπομένους reliqui libri edd ἀγαθὸν εἶναι δοκεῖ τὸ μηκέτ’ ἐκεῖνον ἄρχειν, μέγα δὲ τὸ σὴν τὴν ἀρχὴν γεγενῆσθαι. ὅταν οὖν τι τῶν ἀγροικοτέρων γένηται, μὴ τῆς πόλεως, ὦ φίλτατε, τοῦτο εἶναι δοκείτω, τῶν δὲ ἐν τῇ πόλει τὰ χείριστα νοσούντων ἐκείνων τῶν ὀλίγων. κἀν ταῖς ἀγρυπνίαις μὴ λέγε πρὸς αὑτόν, ὅτι ταῦτα ἡ πόλις, ἀλλ’ ὅτι ταῦτά ἐστι τῶν ἐν τῇ πόλει κακίστων. ὧν ἐστι δήπου καὶ τἀν τοῖς βαλανείοις οἵ τε ἐν ταῖς κολυμβήθραις λίθοι καὶ αἱ πολλῶν θανάτων ἄξιαι λοιδορίαι καὶ νὴ Δία γε εὐφημίαι, ἄδικοι μὲν αὗται πονηρῷ γιγνόμεναι, ἄδικοι δὲ ἐκεῖναι κατὰ δικαίου τολμώμεναι τὴν αἰτίαν R II 94 ἐπὶ τὸν ἄρχοντα ἄγουσαι τοῦ | τὴν θερμότητα εἶναι μαλακωτέραν. τουτὶ δὲ ἦν μὲν ἀεὶ ταυτασὶ τὰς ἡμέρας κἀν ταῖς τῶν λίαν εὐπόρων δαπάναις τοῦ λειτουργεῖν αὐτοῦ τὸ τοιοῦτο ποιοῦντος καὶ ἦν ἐν ἔθει καὶ οὐδεὶς ἠγανάκτει καὶ ταῦτα πολλάκις χεῖρον ἢ νῦν τοῦ πράγματος ἔχοντος, ὥστε χορούς τε ἔνδον ἑστάναι καὶ ἔνια τῶν ἐπὶ τῆς σκηνῆς ᾄδεσθαι. ἀλλ’ ὅμως ἐν τούτῳ τῶν βαλανείων καθεστηκότων οὐδεὶς ἄρχων ἤκουε κακῶς, ἀλλ’ ἔφερον τά κεκρατηκότα. | R II 95 οὐ γὰρ ἦν ὁ τὰ στόματα αὐτῶν ἐφ’ ὕβρει μισθού- μενος. νῦν δὲ εἰδότες μὲν τὴν τοῦ λειτουργοῦντος 12 cf. p. 50, 2. t. II 285, 9 R. Cod. Theod. XII 1, 131 1 τὸ Ρ sed το in ras m2 2 τὴν σὴν V 4 δ᾿ 5 νοούντων Sintenis 6 σαυτὸν Ρ sed σ ex corr m4 αὐτὸν Mo 8 τὰν Ρ sed αν in ras m2 τῶν PaMo Mor τὰ V 9 καὶ (2) C sed αὶ in ras ex αν corr s, Ρ sed αι in ras m5, κἂν Α, κἃν Ι 10 πονηρῷ scripsi auctore Sinteni πονηρῶς libri Re qui ἐκ πονηρῶν εἰς πονηρὸν coni Anim πονηρῶν Mor qui κατὰ πονηρῶν coni | γινόμεναι Mo γενόμεναι I γινόμενον Mor qui γινόμεναι coni 13 δὴ Mor | δεῖ κατὰ ταυτασὶ edd 15 λειτουργεῖν scripsi coll. l. 22; p. 13, 19; p. 50, 2 λήγειν libri Re λέγειν Mor | τοιοῦτο om Pa | ποιθῦντος om Mor χεί- ρονος Mor 18 ἕνα Mor | τῆς om Re 20 ἤκουσε Mor πενίαν, εἰδότες δὲ ὡς οὐ καινὸν τὸ πεπραγμένον, ἐχα- ρίζοντο τοῖς αὑτῶν παιδικοῖς τὴν παροινίαν νωθείᾳ σῇ τὰ μὴ σὰ περιάπτοντες, ἀναισχυντότατα ἀνθρώπων συκοφαντοῦντες, καὶ ᾔεσάν τε πρὸς ταῦτα λαβόντες ἀπῄεσάν τε ληψόμενοι.