καὶ ταχὺ μὲν ἡ R 301 πόλις ἤρετο, ταχὺ δὲ τὸ ποιηθὲν | ἐπίμπλατο τῶν τε ἐκ τῆς Ἰώνης εἰς αὐτὴν καταβάντων Ἀργείων καὶ Κρητῶν καὶ τῶν ἀφ’ Ἡρακλέους, οἷς ἦν, οἶμαι, συγ- γένεια Σελεύκῳ κατὰ τὸν παλαιὸν Τήμενον, καὶ τῶν ἑπομένων αὐτῷ Σελεύκῳ στρατιωτῶν τῇδ’ ἑλομένων οἰκεῖν. Ἀντιγονίαν δὲ αὐτὴν μὲν ἠφάνισεν, ἀνδρὸς δυσμενοῦς ὑπόμνημα, τὸ δὲ πλήρωμα δεῦρο μετέστησεν, ἐν οἷς ἦσαν καὶ Ἀθηναῖοι. οὗτοι δὲ οἱ μεταστάντες τὸ μὲν πρῶτον ἔδεισαν, μὴ τῆς πρὸς Ἀντίγονον ὀργῆς ἀπολαύσειαν, ὡς δὲ ἔγνωσαν ἐπ’ ἀμείνοσι μετακομι- σθέντες, τιμῶσιν εἰκόνι χαλκῇ τὸν Σέλευκον ταύρου κέρατα τῇ κεφαλῇ προσθέντες, τοῦτο δὴ τὸ γνώρισμα τῆς Ἰοῦς. Σελεύκου μὲν οὖν ἡ πόλις ἐπώνυμος, τοὔνομα δὲ ἀπὸ τοῦ πατρὸς Ἀντιόχου, καὶ ὑπὸ μὲν τούτου δεδημιούργηται, τῷ δὲ ἔσωσε τὴν μνήμην· ὃν γὰρ τῶν ἑαυτοῦ τιμιώτατον ἦγε, τούτῳ τῶν ἔργων 6 Her. VIII 137 sq. Thuc. II 99. Iul. or. III 106 C 2 ἑστήκεσαν APUB et Μ (sed ι eras) et I (sed ι inser m2) 3 ἐπίπλατο Α (sed μ suprascr. m2) CP 4 ἴων σ cum rasura 2 litterarum U ἰωνίας Ca 5 γρ καὶ τῶν — 6 Σελεύκῳ in marg add Mor 6 ἑ in τήμενον in ras P2, in ras I2 τήμε ὂν cum rasura 1 litterae post ἑ U τήμερον Α Μο Mor quod cor- rexit Re 7 τῇδε UIBM 8 μὲν inserui ex P2IBMCa 10 in animo habuit Euagrius h. eccl. I 20 (v. supra ad p. 453, 1) 14 προστιθέντες UBM et I sed in hoc τι eras 15 num <οὐχ> ἡ? 16 πατρὸς in marg P5, παιδὸς P2 in ras I (sed in ras m2) U et in marg Mo2, cui lectioni patrocinatur Malalas, ut genuinae πατρὸς Pausanias Damasc. apud eundem p. 204, 2 ὁ δὲ σοφὸς Παυσανίας ἐξέθετο, ὡς εἰς ὄνομα τοῦ ἑαυτοῦ πατρὸς ἔθηκε τὸ ὄνομα τῆς Μάλης Ἀντιοχείας ὁ αὐτὸς Σέλευκος . . . ἔστι γὰρ λῆρος . . . πόλιν εἰς ὄνομα Ἀντιόχου τοῦ ἰδίου αὐτοῦ υἱοῦ, ὡς προείρηται. ἐκάλεσε. Cf. Alb. Gratul. in hon. Herwerd. p. 47 sq. 18 prius τῶν e τὸν corr Ρ2 τὸν Μο τῶν ἑαυτοῦ τὸ ἐντιμότατον ἔνειμε. καὶ τὸ προ- άστειον τοῦτο | δὴ τὸ πολυύμνητον, τὴν Δάφνην, R 302 Σέλευκος εἰς ἱεροῦ μοῖραν κατέστησεν ἀνεὶς τῷ θεῷ τὸν χῶρον, ἐπειδὴ τὸν μῦθον ἔργον εὗρεν. Ἀπόλλων γὰρ Δάφνης ἐρασθεὶς οὐ πείθων ἐδίωκεν· ὡς δὲ δι’ εὐχῆς μετέβαλεν εἰς φυτόν, στέφανον ποιεῖται τὰ παι- δικά. ταυτὶ μὲν ᾄδεται, Σελεύκῳ δὲ ἡ θήρα τοῦ λόγου τὴν ἀλήθειαν ἐξέφηνεν· ὁ μὲν γὰρ κύνας ἄγων καὶ ἵππον ἐλαύνων μετῄει τὴν ἄγραν. ὡς δὲ ἧκε παρὰ τὸ δένδρον, ὃ πρότερον ἦν ἡ παρθένος, ὁ μὲν ἵππος ἑστὼς κρούει εἰς τοὔδαφος τῇ ὁπλῇ, ἡ γῆ δὲ ἀκίδα χρυσῆν ἀνέπεμψεν.