τοῦ μὲν γὰρ Θησέως τὴν ὥραν Ἀριάδνη θαυμάσασα τῇ μηρίνθῳ τοῦ λαβυρίνθου τὸν νεανίσκον ἐξέσωσε, Σελεύκου δὲ τὴν ἀρετὴν ὁ παῖς Ἀντιγόνου Δημήτριος ἀγασθεὶς γράμμασι μηνύει τὸν ἐπ’ ἐκείνῳ τοῦ πατρὸς δόλον, ἃ τῷ στύρακι τοῦ δορὸς εἰς τὴν κόνιν ἐνέγραψε τῷ μὲν δηλῶν τὸ μέλλον, τοὺς δὲ παρόντας λανθάνων. ἐντεῦθεν τὰ Εὐαγόρου Σέλευκος ὑπέμενε καὶ μικρὸν ὕστερον ἴσχυσε. τῷ καιρῷ μὲν γὰρ ὑποχωρήσας εἰς Αἴγυπτον ἀπαλλάτ- τεται, | βεβαιούμενος δὲ αὐτόθι Πτολεμαίῳ τὴν βασι- R 299 λείαν, οὐ πλῆθος στρατιᾶς παρεχόμενος, ἀλλ’ ἒν σῶμα τὸ αὑτοῦ καὶ ψυχὴν μίαν, ἐπειδὴ τοῖς ἐκείνου πράγμα- σιν ἀσφάλειαν περιέθηκεν, ἐπεσπάσατο Πτολεμαῖον εἰς τὸ κατάγειν αὐτὸν καὶ λαβὼν ἱππέας καὶ πεζούς, ἀμ- φοτέρους εἰς χιλίους, ἐξέωσε μὲν τῆς Βαβυλῶνος τοὺς ἐχθρούς, ἐκομίσατο δὲ τὴν ἀρχὴν καὶ γυναῖκα καὶ παῖδας καὶ τὴν ἀρχαίαν λαμπρότητα. ἡγησάμενος δὲ τὰ μὲν αὑτοῦ διὰ τούτων ἀπειληφέναι, τὴν δίκην 13 Isocr. Euag. § 26 sq. 1 εὐμενῆι C 4 ἐνταῦθα I sed ταῦ in ras m2 | δὲ Re 5 ὑπέσχεν Ca 6 φόνος scripsi auctore Cobeto Mnem. III 246 φθόνος libri edd 9 νεανίαν UI | ἐξέωσε ACPBMMoCa Mor 10 ἀγασθεὶς I sed ἂγ in ras m2 ᾀσθεὶς U sed ante α rasura 2 vel 3 litt 11 φόνον UI sed in hoc γρ δόλον suprascr. m2 | τῷ e τὸ corr Ι2 15 ὑπ. αὐτίκα ἀπ. εἰς Αἴγ. Mor 18 αὐτοῦ PBMMoCaI sed in hoc ’ in ‘ corr m2 24 αὑτοῦ ex αὐτοῦ corr A2I2 αὐτοῦ PUMo δὲ αὐτῷ τῆς ἐπιβουλῆς ὀφείλεσθαι στρατεύσας ἐπ’ Ἀντίγονον ἐν Φρυγίᾳ συμβαλὼν καὶ νικήσας ἀπέκτεινε τῆς ἐπ’ αὐτὸν ἐνέδρας ἐμφανεῖ μάχῃ τὴν τιμωρίαν πραξάμενος καὶ τὴν μὲν διαφυγών, ὡς ἄν τις θεοφιλής, τὴν δὲ ἐπιθείς, ὡς ἄν τις ἀρετὴν ἠσκηκώς. Ἀντι- γόνου δὲ ἤδη κειμένου γίνεται τὰ τοῦ πεσόντος τοῦ νενικηκότος, καὶ ὡρίζετο ἡ δυναστεία Σελεύκου λῶνί τε καὶ τοῖς κατ’ Αἴγυπτον ὄροις. καὶ χρόνος ἄρα ἐφειστήκει τίκτων ὥσπερ πάλαι τῇ πόλει τὰς ἀρχάς, οὕτω τότε τὸ μέγεθος. καὶ γίγνεται τὸ πᾶν ὑπὸ θεοῦ. πόλις ἦν Ἀντιγόνου μὲν ἐπώνυμος, ὑπ’ γόνου δὲ πεποιημένη. τῆς δὲ νῦν οὔσης πόλεως τὸ μεταξὺ πρὸς ἐκείνην στάδιοι τετταράκοντα. ἐν ταύτῃ μετὰ τὴν νίκην ὁ Σέλευκος ἔθυε, τοῦ ταύρου δὲ ἐσφαγμένου καὶ δεδεγμένων τῶν βωμῶν ὁπόσα νόμος, ἤδη μὲν τὸ πῦρ περιεῖπε τὰ κείμενα καὶ σφοδρὸν R 300 ἀνεκάετο.