μείζω δὲ ἤδη περίνοιαν λαμβάνων ἐπιχειρεῖ κτήσασθαι τῇ πόλει τὴν Κυπρίων εὔνοιαν καὶ γαμεῖ τὴν θυγατέρα Σαλα- μίνου, ὃς ἐτυράννει Κυπρίων. πλεούσῃ δὲ τῇ παρθένῳ συνανήγετο στόλος παραπομπὴν τῇ νύμφῃ ποιοῦντες θαλάττιον. ὡς δὲ ἐγεύσαντο τῆς ἡμετέρας, ἀφεῖσαν τὴν νῆσον καὶ | ἐγένοντο μοῖρα τῇ πόλει. ση- μεῖον δὴ ποιήσαιτ’ ἄν τις τοῦ κατ’ ἀρετὴν βεβοῆσθαι τὸν Κάσον τὸ τὸν ἄρχοντα νήσου τοσαύτης τὸ κῆδος ἀσμένως συνάψασθαι καὶ τῆς γε ἡμερότητος τοῦ Κάσου σημεῖον τὸ τοὺς ἄγοντας τὴν κόρην ἀνθελέσθαι τῶν φιλτάτων τὴν προστασίαν ἐκείνου. λέγεται δὲ καὶ τῶν Ἡρακλειδῶν τινας κατὰ τὴν ἔλασιν ἣν ὑπ’ Εὐρυ- σθέως ἠλαύνοντο, πολλοὺς Ἠλείων ἄγοντας καὶ τὴν μὲν Εὐρώπην ἅπασαν, τῆς δὲ Ἀσίας τὴν ἄλλην ὑπερ- ιδόντας ἐνταῦθα στῆσαι τοὺς μόχθους καὶ αὐτοῦ τε ἱδρυθῆναι καὶ προσθήκην ἀνεγεῖραι τῇ πόλει τὴν Ἡράκλειαν. σκοπείτω δή τις τὴν εὐγένειαν καὶ ὡς ὅτιπερ κράτιστον τῶν ἑκασταχοῦ, τοῦτο ἐνταυθοῖ 9 Her. III 39, 2 10 Thuc. II 29, 3 14 cf. Malal. p. 204, 9 2 κασιώτην MCa Mor κασσιώτην Μο | ᾤκησε I ᾤκησε Μο 4 Σαλαμίνου scripsi e Pausania Damasc. fr. 4 apud. Malal. 1. 1. (Mueller fr. hist. IV 469) ὁ Κάσος βασιλεὺς ἠγάγετο Ἀμυκὴν τὴν καὶ Κιττίαν, θυγατέρα Σαλαμίνου (cod. Oxon.: σα|σαλαμί- νου) τοῦ Κυπρίων βασιλέως σαλαμῖνος libri edd 7 ,,malim ἀφῆκαν aut ἀφίεσαν“ Re 9 δὴ Ρ δὲ ΙΒ 10 Κάσον] ἄνδρα Μο 11 κάσσου Μο 13 λέγεται — 19 ἡράκλειαν citat Plan fol. 103 13 καὶ om UIBMMoCa Plan 16 δ’ Re 18 ἱδρυνθῆναι Ca | ἀεγεῖραι C sed ν suprascr. m2 ἐγεῖραι MMoCa ἀγεῖραι I sed γρ ἀνεγεῖραι suprascr. m2 B Plan 19 δέ Μ 20 ἕκαστον Β ἁπανταχοῦ Μο συνερρύηκεν, ὥσπερ εἴς τι χωρίον ἐξῃρημένον ὑπὸ τῶν κρειττόνων εἰς ὑποδοχὴν ἀνδρῶν ἀξίων θαυμάσαι, καὶ μόνοις ἡμῖν αἰ ῥίζαι τὰ παρ’ ἑκάστοις σεμνὰ συνήγαγον εἰς ταὐτό, τὴν Ἀργείων παλαιότητα, τὴν Κρητικὴν εὐνομίαν, γένος ἐκ Κύπρου βασίλειον, τὴν Ἡρακλέους ἀπορροήν. Ἀθήνηθεν δὲ οὓς ἐδεξάμεθα καὶ ὅσοις ἄλλοις Ἑλληνικοῖς γένεσιν ἀνεκράθημεν, ἐπειδὰν ὁ λόγος χωρῶν ἐπ’ ἐκείνους ἔλθῃ | τοὺς χρόνους, R 291 εἰρήσεται. 59. Νυνὶ δὲ λεκτέον, ὡς καὶ τῇ Περσικῇ βασιλείᾳ τὸ χωρίον ἄνωθεν αἰδέσιμον. καὶ νὴ Δία γε καὶ τοῖς Περσῶν θεοῖς ἔντιμον καὶ πρό γε ἐκείνων Ἀσυρίοις. ἐστράτευε μὲν γὰρ ἐπ’ Αἴγυπτον ὁ Καμβύσης, γυνὴ δὲ αὐτῷ Μερόη παρῆν. σκηνώσαντες δὲ ἐν τῷ τόπῳ, ᾧ τὴν αὑτῆς ἔδωκε προσηγορίαν ἡ γυνή, ἡ μὲν ἦλθεν εἰς τὸν ναὸν τῆς Ἀρτέμιδος, ὡς θύσειε, Σεμίραμις δὲ ἡ Ἀσυρίων ἄρχουσα τῇ θεῷ τὸν νεὼν ἐπεποιήκει.