καὶ βασιλεῦσί τε κτῆμα περιμάχητον ἥδε ἡ μοῖρα, καὶ ὅτῳ γέγονεν, οὗτος παρὰ τοῦτο μείζων, πᾶσί τε ἀνθρώποις εἰς ἀκοὴν ἐρχόμενον τοὔνομα χάριν τινὰ κομίζον ἔρχεται καὶ τὰς ψυχὰς ἡδονῆς ὑποπίμπλησιν, R 280 ὥσπερ τῶν ὀνειράτων ὁπόσα κήπων εἰκόσι | τοὺς καθεύδοντας εὐφραίνει. οὕτω δὲ ἁπάσης τῆς ἑῴας ἐχούσης τὰ πρῶτα εἰς ἡμᾶς ἔρχεται. τοῖς μὲν γὰρ ἄλλοις ἡ χώρα τὸ μὲν δίδωσι, τὸ δὲ οὐ δίδωσιν, ἢ νὴ Δία γε παντοδαπὰ δίδωσι μέν, ὑπερβολαῖς δὲ ὡρῶν τὸ λυπηρὸν οὐκ ἐκπέφευγεν, ἢ διαφεύγει μὲν καὶ τοῦτο, σπάνει δὲ ὑδάτων καὶ τὴν ἄλλην εὐκαιρίαν ἀμβλύνει. ἡμῖν δὲ πάντα ἀλλήλοις ἐφάμιλλα, ἡ γῆ, τὰ νάματα, 3 μοι] μὲν Mor 4 τοῖς BCa γῆς Iacobs lect. 339 | οὐ in οὐρανῷ in ras Ρ5 | καλλίστοις BCa 5 ἥδε] τόδε Gasda μὲν om Mo 6 τοῦθ’ ὃ scripsi praeeunte Morello qui in marg habet ἴσ. τουθ’ ὁ, coll. or. I. p. 99, 14 ἀνίσχει ἥλιος διὰ νεφῶν προσβάλλων τὴν θάλασσαν et II. ἡ 421 = Od. τ 433 ἠέλιος μὲν ἔπειτα νέον προσέβαλλεν ἀρούρας τοῦτο libri edd | πρῶτον inser Α2 post ᾦ ponere voluerunt Re et Gasda | ὦι P sed m2 et post ὢ ras unius litterae (ut videtur ν) delevi | σ in προσβάλλει inser P5M2B2 7 δὲ MBMoCa, fortasse recte | χρῆμα Μο 8 verba πᾶσί τε — 12 εὐφραίνει citat Plan fol. 103 | δὲ Ca 10 κομίζων Μο | μ in ὑποπίμπλησιν in ras A, inser ΜΡ2 ὑποπίπλησιν C 12 ἴω MoCa | ἔω ἀνεχούσης Mor, γρ ἐξεχούσης in marg 14 τὰ (bis) MoCa 15 ὑπερβολὴ MoCa | ὁρῶν Μο τῶν ὡρῶν ἡ κρᾶσις. γῆ τοίνυν ἡ μὲν ὑπτία τοῖς πελάγεσι παρισουμένη, βαθεῖα καὶ πίειρα καὶ μαλακή, ῥᾳδίως μὲν ἀρότροις εἴκουσα, γεωργῶν δὲ ἐπιθυμίας ἐπιεικῶς ὑπερβαίνουσα, ὁμοίως μὲν ἀγαθὴ σπείρειν, ὁμοίως δὲ ἀγαθὴ φυτεύειν καὶ πρὸς ἐκατέρων τὰς γονὰς εὖ ἡρμοσμένη, δένδρα μὲν ὑψηλὰ μεθ’ ὥρας παρεχομένη, τοὺς δὲ ἀστάχυς τῶν παρ’ ἄλλοις δένδρων ὑψηλοτέρους, τοὺς δὲ καρποὺς εἰς πλῆθος, τὸ δὲ λος ὑπὲρ τὸ πλῆθος. ἄπεστι δὲ οὐδὲν ὃ παρεῖναι βέλτιον, ἀλλ’ ἄν τε τὸν Διόνυσον εἴπῃς, πολὺς παρ’ ἡμῖν βακχεύει, ἄν τε τὴν Ἀθηνᾶν, τῷ φυτῷ αὐτῆς ἡ γῆ κομᾷ· ὥστε πολὺς μὲν οἶνος εἰς τοὺς ὁμόρους ἐν- θένδε ῥεῖ, πολλῷ δὲ ἔτι πλέον ἔλαιον ἐν ὁλκάσιν ἄγεται πανταχοῖ. Δημήτηρ δὲ οὕτω δή τι τὴν ἡμετέραν ἠγάπησε μᾶλλον ἢ Σικελίαν, ὥστε Ἥφαιστος μὲν ἐπὶ τῆς ἀσπίδος χρυσῆν ἄρουραν ἐποίησεν, ἡ δὲ μοῖραν ἡμῖν τῆς γῆς οὐ|μικρὰν χρυσῷ προσόμοιον ἐποίησε R 281 τῇ τε χρόᾳ καὶ ἅμα ὁ καρπός, οἷος οὐκ ἄλλοθεν, καὶ τὸ δῶρον ξανθῆς ὄντως θεοῦ.