οὕτω δὲ ἡ βουλὴ τοῖς ἐφεστῶσι προσ- φερομένη πρὸς ἀλλήλους οὐκ ἂν φαίην ὡς οὐκ ζουσιν, ἀλλὰ καὶ πάνυ τοῦτο δρῶσιν ἐπὶ τοῖς κοινοῖς ἀγαθοῖς. τρία γὰρ αὑτὴν διελοῦσα τέλη τὴν μὲν ἡγε- R 320 μονίαν καθ’ ἕκαστον τοῖς ἀρίστοις ἀνατέθεικε, | τὸ λοιπὸν δὲ ἕπεται στρατηγοῖς ἐπισταμένοις ὑπὲρ τοῦ μέρους πονεῖν. εἰπεῖν δὲ οὐ τοῖς μὲν ἔξεστιν, οἱ δὲ κεκώλυνται, ἀλλὰ κοινὴ μὲν παρρησία, συγχαί- ρουσι δὲ τῷ τι λέγον χρηστὸν οἱ παρεστηκότες, 3 ς ΒΜ 5 ἀπατηθῆναι Sintenis, at cf. I 560, 6 R | ις in ῥᾳδίοις in ras Ρ5 10 acutus et ως in τελέως in ras I3 11 ἡμῖν scripsi ex UIM coll. p. 480, 3. 482, 7. 483, 13 ὑμῖν reliqui libri edd | εἴτινες Μ | ἂν inserui et 12 εὐδοκιμή- σωσι scripsi auctore Gasda εὐδοκιμήσουσι libri edd 16 ἐν τοῖς BCa 18 αὑτὴν ex αὐτὴν corr Ρ2 αὐτὴν 19 καθέκαστον Ι | ἀνατέθεικε scripsi ex UBMCa ἀνέθηκε supra ἀνατέθεικε I2 ἀνέθηκε ACPMo edd 21 αὐτοῖς Ca 22 κεκώλυνται Μο sed κωλύεται in marg m2 23 τί APIBMMo φθέγγεται δὲ ἡ νεότης, καὶ τὸ γῆρας οὐκ ἄχθεται, πᾶν μὲν οὖν τοὐναντίον, συμπαρακαλοῦσι καὶ προτρέπουσι καὶ προάγονται θαρρεῖν, ὥσπερ ἀετοὶ νεοττοὺς εἰς πτῆσιν ἐρεθίζοντες. πρὸς τοσοῦτον δὲ ἥκει τὸ σύστημα σεμνότητος, ὥσθ’ ὁμοῦ τε ἐφάνη καὶ παρὰ τῶν ὑπάρχων ὅ τι βούλεται διαπέπρακται. καὶ τῷ δόντι μέγιστον εἰς ἡδονὴν τὸ δεδωκέναι· χρηστούς τε γὰρ εὖ ποιῶν οἶδε καὶ δεινοὺς εἰπεῖν, ὧν τὸ μὲν πείθει μεμνῆσθαι τῆς χάριτος, τὸ δὲ παρέχει πρὸς ἀξίαν ὑμνεῖν. καὶ τί δεῖ λέγειν ὑπάρχους, ὅπου γε καὶ βασιλεῦσιν ἐν αἰδοῖ τὸ συνέδριον γράμματά τε πέμπον καὶ διαλεγόμενον πρὸ τῶν θρόνων. ἐν δὴ τῷ χρηματίζειν τῆς μὲν βουλῆς ἡ φρόνησις ἐδείχθη τῷ κρατοῦντι, παρὰ δὲ τοῦ κρατοῦντος ἦλθον τούτοις εἰς τιμὴν ἐθνῶν ἀρχαὶ. τὸ δὲ πρὸς τὴν οἰκείαν φίλ- τρον ἐπὶ τοῦ βουλεύειν ἐνίους κατέσχε, καὶ δυοῖν ἐκοσμήθησαν οἷς τοῦτο ὑπῆρξε, τῷ τε ἐπ’ ἐκεῖνα κεκλῆ- σθαι καὶ τῷ ταῦτα ᾑρῆσθαι. τῷ μὲν γὰρ ἀρχικῶς ἔχοντες | ἔδειξαν, τῷ δὲ μεῖζον ἄγοντες ἄρχεσθαι R 321 τῇ πατρίδι ζῶντες ἢ τοῦτο ἐκλιπόντες ἑτέρων ἄρχειν.