ἰσχυρότερον δὲ καὶ κρεῖττον τοῦτο ῥᾳ- δίως ἐγίγνετο <τὸ> τῶν οὐ πολλῶν. οὐ πολλοὶ ἦσαν τῷ μὴ πολὺ τὸ δεχόμενον εἶναι. πολλῶν δὲ οὐδὲν ἐδεῖτο τουτὶ τῶν Ὀλυμπίων τὸ μέρος, ᾧ κόσμος ἦν αὐτὸ τοῦτο, τὸ μὴ πολλῶν εἶναι. τοιοῦτον δὲ ἄρα τι καὶ τὸ τῶν τελετῶν, αἷς οὐκ ἂν συναχθεσθείης ἐλάττοσιν ἀντὶ πλειόνων ἑαυτὰς παρεχούσαις. οὐδὲν τοίνυν ἐνταῦθα μεῖζον ἐδύνατο τοῦ νόμου, τοῦ νόμου δὲ ἦν ἀπεῖναι κραυγὴν καὶ τοῦ χείρονος καὶ τοῦ βελ- τίονος. ὑπῆρχε μὲν γὰρ ἑκάτερον εἰδέναι, πρὸς δὲ τὸν πέλας εἰπεῖν τι ἐξῆν περί τε τούτου περί τε ἐκείνου καὶ ταῦτα ἠρέμα, τὸ δ’ ὑπὲρ τοῦτο παράνομον. 9. Τί οὖν τὸν κόσμον τὸν περὶ τοῦτο, ὃ πλείστης σωφροσύνης μετεῖχε, συνέχεεν; ἀγωνοθετεῖ μὲν Ἀργύ- ριος μετὰ τὸν ἕτερον τοῖν ἐμοῖν θείοιν τὸν πρεσβύτε- τον, ἀνὴρ τῇ μὲν ἄλλῃ πολλοῦ τινος ἄξιος, ταύτην δὲ 24 Πανόλβιον cf. t. III p. 110, 6 R sq. or. I § 13 p. 88, 3 1 ἔμελλεν Ι Bong 3 κωλῦσον? cf. p. 402, 3 4 δὲ? 6 τοὺς om I Bong 11 τὸ inserui | πολλοὶ] πολὺ I Bong 16 αὑτὰς Re 17 κἀνταῦθα coni Re 18 Χείρωνος I Bong 20 τί Ι 23 συνέχεε Ρ βλαβερὰν δοὺς τοῖς Ὀλυμπίοις τὴν χάριν. ποιεῖ γὰρ δὴ διπλασίας τὰς ἕδρας τὰς λιθίνας τῷ προσθεῖναι τοσοῦτον, ὁπόσον ἦν πρότερον. ποιεῖ δὲ καὶ διπλα- 4 σιοὺς τοὺς ἐπὶ τὴν θέαν ἰόντας. καὶ ἦσαν μὲν R 265 οἱ περιιόντες ὡς ἐπ’ ἔργῳ γενναίῳ | τὸν Ἀργύριον ἐπή̣νουν, νενικῆσθαι τοὺς πρὸ αὐτοῦ λέγοντες ἅπαντας τῷ πεποιημένῳ, τουτὶ δὲ ἄρα ἔμελλέ τι κινήσειν τῶν ἐνταῦθα νομίμων, καὶ συνεισῄει τοῖς πλείοσι θεαταῖς πολλὰ τῶν ἔμπροσθεν οὐκ ὄντων. ὁ δὲ μετ’ ὀργῆς ἐπιὼν τῷ θορυβοῦντι τὸ μὲν ἔπαυεν ἄν, τὸ δ’ οὐκ εἶχεν, ἦν δ’ ἂν βελτίων τηρῶν τὸ καθεστηκὸς μᾶλλον ἢ χρείαν φαρμάκου ποιῶν. ὅμως δ’ ἦν τις αὐτῷ καὶ ἐκ τούτων ἡδονὴ πρὸς τὸ πλέον βλέποντι καὶ τῶν ὑμνησόντων τὸ προσγενησόμενον οὐκ ἠπόρει, οἳ τὸ μὲν ἀπολωλὸς ἰσεῖν οὐκ ἐδύναντο, <δι᾿> ὃ δὲ ἀπωλώλει, μέγα ἦγον καὶ χρήστην αὐτῷ τῆς χάριτος ἔφασκον εἶναι τὸν Δία. ἠξίουν μὲν οὖν ἔγωγε Φασγάνιον, τῶν θείων μοι τὸν νεώτερον, μηδὲν πρὸς ταῦτα παθεῖν καὶ ταῦτα φρονήσει δοκοῦντα διαφέρειν, ἀλλὰ τὸν μὲν ἀντ᾿ ἀγαθοῦ κακόν τι πεποιηκέναι νομίζειν, τῶν δὲ καταγελᾶν, ὡς ἀπολελειμμένων τῆς ὀρθῆς περὶ τοῦ πράγματος κρίσεως.