μυστηρίων τε τιμὴν εἶχε τὰ ἐν τούτῳ τῷ Πλέθρῳ. τοσαύτη μὲν αἰδὼς ἦν, ἣν ἀλλήλους τε καὶ τοὺς ἀθλητὰς οἱ παρόντες ᾐδοῦντο, τοσαύτη δὲ ἡσυχία, τοσαύτη δὲ σιωπή· καὶ γὰρ εἴ τι πάλαισμα ἦν ἄξιον, σιγῇ τοῦτο ἐθαυμάζετο. τῆς βοῆς δὲ ἔδει τοὺς θεωμένους κρατεῖν τοῦ σκήπτρου | παρέχοντος R 264 τὸν φόβον. ἰσχυρότερον δὲ καὶ κρεῖττον τοῦτο ῥᾳ- δίως ἐγίγνετο <τὸ> τῶν οὐ πολλῶν. οὐ πολλοὶ ἦσαν τῷ μὴ πολὺ τὸ δεχόμενον εἶναι. πολλῶν δὲ οὐδὲν ἐδεῖτο τουτὶ τῶν Ὀλυμπίων τὸ μέρος, ᾧ κόσμος ἦν αὐτὸ τοῦτο, τὸ μὴ πολλῶν εἶναι. τοιοῦτον δὲ ἄρα τι καὶ τὸ τῶν τελετῶν, αἷς οὐκ ἂν συναχθεσθείης ἐλάττοσιν ἀντὶ πλειόνων ἑαυτὰς παρεχούσαις.