οἶδα ἐγώ, πόσον τι τοῦτο ἔσται, ὅταν κλύδωνος γέμῃ τὸ Πλέθρον, ὅταν εἰς σπουδὰς τὸ πλῆθος διῃρημένον ἐκβαίνωσι καθ’ ἑκάτε- ρον τὸ δίκαιον, οἷς τε βοηθοῦσι καὶ δι᾿ ὧν ἐναν- τιοῦνται, ὅταν αἱ μὲν χεῖρες πανταχοῦ φέρωνται, ἡ βοὴ δὲ ἐπὶ πᾶσαν τὴν πόλιν, προίωσι δέ τινες καὶ ἐπὶ τὸ συρίττειν. τότε τῶν γεγηρακότων οὐκ ὀλίγοι τῶν ταῦτα μὲν ὁρώντων, τὰ πάλαι δὲ ἑωρακότων ἀλγοῦντες τῇ πολλῇ μεταστάσει τίνος ἀφέξονται ῥήματος, ἐρασταὶ παλαιοὶ τῶν ὡς ἀληθῶς Ὀλυμπίων; ταῦτα οἱ μισθοὶ τῆς καλῆς ταύτης προσθήκης. καὶ διαβή- σονται οὗτοι διὰ τοῦ παιδὸς ἐπὶ τὸν πατέρα τὸν οὐδὲν ἐνταῦθα ἠδικηκότα, τῶν λυπουμένων δὲ οἴμαι καὶ τοῦτο, θαυμαστόν γε τὸ ἆθλον Ὀλυμπίων προσαγόντων καθῆσθαι φοβούμενον, εἰδότα οἷα ἀκούσεται. 21 Τατιανόν cf. t. II 467, 5 R 2 τὸν om Bong I Bong 3 inter ἀπᾷδον et καλὸν puto τῶν καλῶν ἀπᾳδόντων καλόν libri Bong Bong, ἀπᾷδον, λῶν Re 9 μὲν Bong 14 πανταχοῖ ? 17 ἁ in in τὰ in ras maiore P3 τῶν AI Bong Re, qui tamen τὰ coni 21 δ’ οὗτοι Sintenis 22 τῶν λυπούντων δὲ οἶμαι καὶ τοῦτο θαυμαστόν γε) τὸν ἄθλιον Re Anim, qui tamen in editione quavis muta- tione abstinuit post τοῦτο fortiter interpungens.