οὐ γὰρ ἄξιον τὴν ἐκείνων ὡς ἡμᾶς καταφυγὴν τοῖς Ὀλυμπίοις γενέσθαι R 270 βλάβην. | ἀλλ’ ἱδρυέσθω μὲν τῇδε τὸ φεῦγον ἑτέ- ρωθεν, μὴ προσαπολλύσθω δὲ τῆς ἑορτῆς ὃ τῶν ἐν αὐτῇ δρωμένων πλείστην ἔχει τὴν σεμνότητα. ἔτι τοίνυν οὐδ’ ἐπὶ τῶν πρώτων ἐκείνων οἱ καθιζάνοντες μόνοι τὴν πόλιν ᾤκουν, ἀλλ’ ὄντων οὐκ ὀλίγων, οὐ γὰρ ἔστιν ὅτε οὐ πολλοὶ τὴν πόλιν ᾤκουν, οὐ πλείους ἢ προσῆκεν ἤρχοντο ταῦτα ὀψόμενοι. πῶς οὖν νων εἰκόντων τοῖς τεταγμένοις τούσδε τιμήσομεν τῇ τοῦ πράγματος ἀτιμίᾳ; πῶς δ’ ἡμᾶς ἀναγκάσουσιν οὗτοι μεῖζον ποιεῖν τοῦ θεάτρου τὸ μέτρον οὐκ τος τοῦ τότε πλήθους τοὺς τότε ἄρχοντας μεῖζον ποιῆ- σᾶι τὸ θέατρον;