ἔδει μὲν γὰρ ἐξ ἁπάντων τῶν τῆς τῆς χωρίων ἐκβεβλῆσθαι τοὺς ἀσχήμονας τούτους 6 τὸ γενησόμενον Bong 11 σωίζειν C 12 αὑτὸν Re 18 τὴν πόλιν ὁ πρόκλος C θορύβους καὶ ἐν μηδενί γε τῶν τριῶν τούτων μηδὲν ἰσχυρότερον εἶναι τοῦ νόμου, εἰ δὲ πᾶν ἀσθενἐστε- ρον τῆς ἐν ἑκάστῳ θεραπείας, τοῦτο γοῦν ὑγιαῖνον παρέχεσθαι. νῦν δ’ εἰ μὴ μείζων καὶ αὐτὸ καθέξει νόσος, ἀτύχημα τοῦτο κέκριται. ἐπέδωκε γάρ, φασί τινες, εἰς πολυανθρωπίαν ἡ πόλις. ἐγὼ δὲ ἐβου- λόμην μὲν μὴ τὰς ἐν ταῖς ἄλλαις συμφορὰς ηὐξηκέναι σώμασι τὴν πόλιν τὴν ἡμετέραν, ἀλλ’ ἔχειν μὲν ἑκά- στην τοὺς ἑαυτῆς, εἶναι δὲ ἡμῖν ἐλάττους ἢ οὕτω πλείους· ἐπεὶ δὲ οὓς ἐξέβαλεν οἴκοθεν τὸ κακῶς πράττειν, οὗτοι δεῦρο συνερρυήκασι, μὴ διὰ τοῦτό γε ἡμῖν αἴρεσθαι τουτὶ τὸ θέατρον.