τίς γὰρ οἴσει τὰ γενησόμενα; τίς τὸν ἐσπεσούμενον ὄχλον; τίς οὐχ ἡγήσεται ληρεῖν τὸν κήρυκα μεμνημένον ἡσυ- χίας; τίς δείσει τὸ σκῆπτρον; τίς αἰσχυνεῖται τὸν στέ- φανον; τίς τὴν ἀρχὴν αὐτήν; εἴσονται γάρ, ὡς ἢν μὴ δουλεύῃ τοσούτοις οὖσι τοῖς θεαταῖς, ἐμβρον- τηθεὶς ὑπὸ τῆς βοῆς ἄπεισιν, ἀρκεῖν ἡγούμενος σώζειν ἑαυτόν, τῇ ’κείνων ἀφεὶς βουλήσει τὸ περὶ τοὺς ἀθλη- τάς· αὐτὸ γὰρ τὸ τοῦ θεάτρου μέγεθος ἐπισπάσεται τοὺς οὐ δικαίους τῶν αὐτόθι γινομένων μετέχειν. μετ- ἐχουσι μὲν γὰρ καὶ νῦν, ἀλλ’ οὐ τοσοῦτοι, μεθέξουσι δὲ ἐκ τῶν προστιθεμένων πλείους, ἡ ζημία δὲ ἐν αὐτῷ τῶ πλείονι. 23. τιοῦν περιιόντες λέγετε; μικρὰν ὁ Πρόκλος τὴν πόλιν παραλαβὼν μεγάλην ἐποίησεν. ἐγὼ μὲν γὰρ ἐν τούτῳ τῷ μέρει, καὶ μαρτυρεῖ μοι τὰ πράγματα, μικροτέραν αὐτόν φημι ποιεῖν τὴν πόλιν. ἐν γὰρ τῷ τοιαῦτα οἰκοδομεῖν καταλύει τῇ πόλει τὸ κεφάλαιον τῆς δόξης, μᾶλλον δὲ προσδιαφθείρει μετὰ τῶν λίθων τῇ λύμῃ τῇ παρὰ τῶν ἔμπροσθεν | 24 προστιθείς, ὡς μηδενὶ τὸ λοιπὸν διεστάναι τό R 269 τε τοῦ Διονύσου θέατρον τό τε τοῦ Δῖός τοῦ πίου.