ἐγὼ δὲ ἠξίουν Πρόκλον μαθεῖν τε ἅπαντα τὸν περὶ τὸν τόπον λόγον βοηθῆσαί τε τοῖς πάλαι νενομισμένοις. τοῦτο δὲ ἦν ἀφελεῖν τὸ νεώτερον καὶ καθίσαι τοὺς ἀνθρώπους ἐπὶ τοῦ πρεσβυτέρου μόνου καὶ μὴ φροντίσαι τῶν διαβαλούντων τὸ ἔργον, ὡς συκοφαντούντων. τὸν γὰρ τῷ νόμῳ συνηγωνισμένον οὐκ ἠδικηκέναι, οὐδέ γε πανταχοῦ τὸν μὲν ἀφαιροῦντά τινος ἀδικεῖν, τὰς προσθήκας δὲ εὐδοκιμεῖν, ἀλλ᾿ εἶναι καὶ προσθέντα βλάψαι καὶ ἀφελόντα ὀνῆσαι. τοῦτο δὲ ἴδοι τις ἂν μάλιστα ἐν τοῖς σώμασιν, ἐν οἷς αἰ προσθῆκαι τῶν ἀποκοψόντων δέονται, κἂν ὁ ἰατρὸς τοῦτο φαρμάκοις ἢ καὶ τῷ σιδήρῳ δυνηθῇ, τὸν μισθὸν ὧν ἀφεῖλεν ἔχει. μάλιστα μὲν οὖν ἐχρῆν τὸν καλὸν κἀγαθὸν Πρόκλον οὕτω τὴν περὶ τὸν Δία σπουδὴν ἅπασιν ἐπιδεῖξαι. πάντως γὰρ εἰ καὶ μὴ πάνυ | R 268 πολλούς, ἀλλὰ τούς γε σπουδαίους ἔπειθεν ἂν αὐτὸν 5 πλημμελείας ΡΙ 6 αὐτὸ scripsi αὐτοῦ libri edd ,,malim αὖ“ Re | ἔχον Bong 7 πρόκλος in marg C2 | πονηρότατα I Bong 8 ὁ delendum censet Re | οὕτω? | ο in ἕξομεν ἵξομεν ω corr C2 10 τούτω C et e τοῦτο corr P3 et Re 26 γὰρ inser C s 27 ἔπεισεν Bong ἐγκωμιάζειν. εἰ δ’ ὤκνει τοῦτο ποιῶν ὀφθῆναι, οὐκ εὔλογον μὲν τὸ πάθος, ἔστω δέ τις τῷ ὄκνῳ τῷ περὶ τοῦτο λόγος. ὁ δὲ τί μαθὼν λίθους ἐπὶ λίθοις κνύει καὶ πόνον ἕτερον καὶ δαπάνην ἄλλην καὶ θυμίαν πολλὴν πειρωμένην νικῆσαι τὰ τρία; τίς γὰρ οἴσει τὰ γενησόμενα; τίς τὸν ἐσπεσούμενον ὄχλον; τίς οὐχ ἡγήσεται ληρεῖν τὸν κήρυκα μεμνημένον ἡσυ- χίας; τίς δείσει τὸ σκῆπτρον; τίς αἰσχυνεῖται τὸν στέ- φανον; τίς τὴν ἀρχὴν αὐτήν; εἴσονται γάρ, ὡς ἢν μὴ δουλεύῃ τοσούτοις οὖσι τοῖς θεαταῖς, ἐμβρον- τηθεὶς ὑπὸ τῆς βοῆς ἄπεισιν, ἀρκεῖν ἡγούμενος σώζειν ἑαυτόν, τῇ ’κείνων ἀφεὶς βουλήσει τὸ περὶ τοὺς ἀθλη- τάς· αὐτὸ γὰρ τὸ τοῦ θεάτρου μέγεθος ἐπισπάσεται τοὺς οὐ δικαίους τῶν αὐτόθι γινομένων μετέχειν. μετ- ἐχουσι μὲν γὰρ καὶ νῦν, ἀλλ’ οὐ τοσοῦτοι, μεθέξουσι δὲ ἐκ τῶν προστιθεμένων πλείους, ἡ ζημία δὲ ἐν αὐτῷ τῶ πλείονι. 23. τιοῦν περιιόντες λέγετε; μικρὰν ὁ Πρόκλος τὴν πόλιν παραλαβὼν μεγάλην ἐποίησεν. ἐγὼ μὲν γὰρ ἐν τούτῳ τῷ μέρει, καὶ μαρτυρεῖ μοι τὰ πράγματα, μικροτέραν αὐτόν φημι ποιεῖν τὴν πόλιν. ἐν γὰρ τῷ τοιαῦτα οἰκοδομεῖν καταλύει τῇ πόλει τὸ κεφάλαιον τῆς δόξης, μᾶλλον δὲ προσδιαφθείρει μετὰ τῶν λίθων τῇ λύμῃ τῇ παρὰ τῶν ἔμπροσθεν | 24 προστιθείς, ὡς μηδενὶ τὸ λοιπὸν διεστάναι τό R 269 τε τοῦ Διονύσου θέατρον τό τε τοῦ Δῖός τοῦ πίου.