οὕτως ἡμῖν ὁ καλὸς Πρόκλος τερα τὰ ἐκεῖ ποιεῖ, καὶ ὁ χαίρων, εἰ τοῦτο μεῖζον ἕξο- μεν τὸ θέατρον, ἐπὶ τῷ μείζω τὴν ἀσέλγειαν ἔσεσθαι χαίρει. χαίρων δὲ τοῦτο πολεμεῖ τοῖς Ὀλυμπίοις καὶ δείκνυσιν, ὡς οὐκ ἂν τελεῖσθαι βούλοιτο τά γε ὡς ἀληθῶς Ὀλύμπια. ἐγὼ δὲ ἠξίουν Πρόκλον μαθεῖν τε ἅπαντα τὸν περὶ τὸν τόπον λόγον βοηθῆσαί τε τοῖς πάλαι νενομισμένοις. τοῦτο δὲ ἦν ἀφελεῖν τὸ νεώτερον καὶ καθίσαι τοὺς ἀνθρώπους ἐπὶ τοῦ πρεσβυτέρου μόνου καὶ μὴ φροντίσαι τῶν διαβαλούντων τὸ ἔργον, ὡς συκοφαντούντων. τὸν γὰρ τῷ νόμῳ συνηγωνισμένον οὐκ ἠδικηκέναι, οὐδέ γε πανταχοῦ τὸν μὲν ἀφαιροῦντά τινος ἀδικεῖν, τὰς προσθήκας δὲ εὐδοκιμεῖν, ἀλλ᾿ εἶναι καὶ προσθέντα βλάψαι καὶ ἀφελόντα ὀνῆσαι.