ὅμως δ’ ἦν τις αὐτῷ καὶ ἐκ τούτων ἡδονὴ πρὸς τὸ πλέον βλέποντι καὶ τῶν ὑμνησόντων τὸ προσγενησόμενον οὐκ ἠπόρει, οἳ τὸ μὲν ἀπολωλὸς ἰσεῖν οὐκ ἐδύναντο, <δι᾿> ὃ δὲ ἀπωλώλει, μέγα ἦγον καὶ χρήστην αὐτῷ τῆς χάριτος ἔφασκον εἶναι τὸν Δία. ἠξίουν μὲν οὖν ἔγωγε Φασγάνιον, τῶν θείων μοι τὸν νεώτερον, μηδὲν πρὸς ταῦτα παθεῖν καὶ ταῦτα φρονήσει δοκοῦντα διαφέρειν, ἀλλὰ τὸν μὲν ἀντ᾿ ἀγαθοῦ κακόν τι πεποιηκέναι νομίζειν, τῶν δὲ καταγελᾶν, ὡς ἀπολελειμμένων τῆς ὀρθῆς περὶ τοῦ πράγματος κρίσεως.