τιμῶν τε ἡ γῆ πλήρης τιμώντων λους ἀνθρώπων δώροις τε καὶ ξενίοις, τοῖς μὲν ἐκ πόλεων εἰς πόλεις ἐρχομένοις, | τοῖς δὲ ἐξ ἀγρῶν R 258 εἰς ἀγρούς, τοῖς δὲ ἐξ ἀγρῶν εἰς ἄστη, τοῖς μὲν τεθη- ραμένοις, τοῖς δὲ ἐκτεθραμμένοις. πλήρεις δὲ ἀτραποί τε καὶ λεωφόροι φορτίων, ὧν τὰ μὲν ἀνθρώπων, τὰ δὲ τετραπόδων, τούτων δέ γε αὐτῶν ἑτέρων τε τιμιω- τέρων ὁδοί τε ἐν ἄστει κατάστεγοι στενωποί τε μεστοὶ. καὶ τοῖς μὲν ἴση ἡ τέρψις δοῦναί τε καὶ λαβεῖν, τοῖς δέ, εἰ καὶ μὴ λαβεῖν ἐνείη, τό γε δοῦναι ἡδὺ κατ’ αὐτό γε τοῦτο τὸ δυνηθῆναι δοῦναι. ποιεῖ δὲ καλὴν τὴν γῆν τῷ μὲν ἦρι τὰ ἄνθη, τῇ δὲ ἑορτῇ τὰ δῶρα πανταχῆ πανταχόθεν ἰόντα.