τιμῶν τε ἡ γῆ πλήρης τιμώντων λους ἀνθρώπων δώροις τε καὶ ξενίοις, τοῖς μὲν ἐκ πόλεων εἰς πόλεις ἐρχομένοις, | τοῖς δὲ ἐξ ἀγρῶν R 258 εἰς ἀγρούς, τοῖς δὲ ἐξ ἀγρῶν εἰς ἄστη, τοῖς μὲν τεθη- ραμένοις, τοῖς δὲ ἐκτεθραμμένοις. πλήρεις δὲ ἀτραποί τε καὶ λεωφόροι φορτίων, ὧν τὰ μὲν ἀνθρώπων, τὰ δὲ τετραπόδων, τούτων δέ γε αὐτῶν ἑτέρων τε τιμιω- τέρων ὁδοί τε ἐν ἄστει κατάστεγοι στενωποί τε μεστοὶ. καὶ τοῖς μὲν ἴση ἡ τέρψις δοῦναί τε καὶ λαβεῖν, τοῖς δέ, εἰ καὶ μὴ λαβεῖν ἐνείη, τό γε δοῦναι ἡδὺ κατ’ αὐτό γε τοῦτο τὸ δυνηθῆναι δοῦναι. ποιεῖ δὲ καλὴν τὴν γῆν τῷ μὲν ἦρι τὰ ἄνθη, τῇ δὲ ἑορτῇ τὰ δῶρα πανταχῆ πανταχόθεν ἰόντα. καὶ τοῦτό γε ἔτους τὸ ἥδιστον εἶναι λέγων τις οὐκ ἂν ἁμάρτοι, ὥστ’ εἰ πάντα τὸν χρόνον ζῆν ὑπῆρχεν ἐν ἴσοις, οὐκ ἂν ἦσαν ἐν ὅσῳπερ νῦν λόγῳ παρὰ τοῖς ἀνθρώποις αἱ μακάρων νῆσοι. ἡδὺ μὲν γὰρ καὶ ἡ πρώτη χελι- δών, ἀλλ’ οὐ κωλύει πονεῖν, ἡ δὲ ἀξιοῖ τὰς αὑτῆς ἡμέρας ὅτιπερ πόνου μετέχει, πᾶν τοῦτο ὑποχωρεῖν τρέπει τε ταῖς γνώμαις καθαραῖς ἀπολαύειν. αὗται φόβους νέων ἀγέλαις λύουσι διττούς, ὧν ὁ μὲν ἐκ διδασκάλων, τὸν δὲ ἐπάγει παιδαγωγός. αὗται δούλοις 8 cf. 1. 1. 1055, 13 17 Ovid. 1. 1. 157 21 cf. 1. 1. 1055, 21 3 δ’ ΡΙΒ edd 4 δ’ ΡΒ edd | in τεθηραμένοις suprapos. γ supra θ Ι2 6 τε om Ι 9 καὶ στενωποί τε Μ | ὗν in δοῦναι ras P2 12 ᾕρει Β All 13 ἰόντα praeter ι in ras paulo maiore Ν2 14 τοῦ ἔτους Re | post ἥδιστον erasum τοῦτο in C 18 αὑτῆς scripsi αὐτῆς Re αὐτὰς libri All 19 ante πᾶν rasura unius vel duarum litterarum in Α 20 ι in καθαραῖς erasum in Ν 21 ἀγέλαις Μ om I | πο in ἀπολύουσι in ras I2 ὡς οἷόν τε ἐλευθερίαν φέρουσι. καί πού τι καὶ ῥᾳ- θυμήσας οἰκέτης ἔδοξε μὲν ἀδικεῖν, πληγὴ δὲ οὐδαμοῦ, ἀλλὰ κἂν ἔργον φυγὼν προσκαθίζηται κύβοις, ἡ πρὸς τὰς ἡμέρας αἰδὼς ἐξῃτήσατο τὸν ἄνθρωπον.