ἐπεὶ οὖν οὐκ ἂν οὐκ ἐπαινοῦντες ἀπελογησάμεθα — τί γὰρ | ἂν καὶ λέγοι- R 257 μὲν; — ἐπαινοῦντες ἀπολογησώμεθα. βέλτιον γὰρ ἀπο- δόντας τελευτᾶν τὸν βίον ἢ ὀφείλοντας. C = codex Chisianus Α = Monacensis gr. 483 (Augustanus) Ρ = Palatinus gr. 282 Va = Vaticanus gr. 81 Ν = Neapolitanus II Ε 17 Ι = Marcianus append. XCI 2 Β = Barberinus II 41 Μ = Marcianus gr. 437 5 Ovid. Fast. I 115 80[. 1 ἔκφρασις Καλανδῶν Allat. | Εἰς] πρὸς IVaN 2 αὐτῆς Ι 3 ποιοῦσα ΒΜ All 4 ὅτι in ras P3 6 ὧν inser A in marg | αἱ ἑορταὶ edd 9 ἠμελήσαμεν ΒΜ All 10 οὐκ alterum om All | οὐκ ἐπαινοῦντες Ν sed οὐκ ἑ in ras m2 11 ἀπελογισάμεθα I ἀπολογησαίμεθα coni Sintenis 4. Ταύτην τὴν ἑορτὴν εὕροιτ’ ἄν, ὦ νέοι, τεταμέ- νην ἐφ’ ἅπαν ὅσον ἡ Ῥωμαίων ἀρχὴ τέταται, καὶ νεῖταί τε ἕκαστος καὶ χαίρει καὶ γέγηθε. καὶ εἰ δὴ ἦν οἷόν τε κατεπείγειν χρόνον ἀνθρώποις, ὃ περὶ τὸν ἥλιον γενέσθαι φησὶν ὑπὸ τῆς Ἥρας [ὁ] Ὅμηρος, πειγον ἂν ἔθνη τε ἅπαντα καὶ πόλις ἅπασα καὶ οἶκος ἅπας καὶ ἀνθρώπων ἕκαστος. ἀνθεῖ δὲ ἐν ἅπασι μὲν ἡ ἑορτὴ πεδίοις, ἐν ἅπασι δὲ γηλόφοις, ἐν ἅπασι δὲ ὄρεσι καὶ λίμναις καὶ ποταμοῖς, ἐν οἷς πλοῖά τε καὶ πλέοντες, καὶ ἐν τῇ θαλάττῃ δ’ ἄν, εἰ μὴ ἄπλους ἦν ὑπὸ τῆς ὥρας ἡ θάλαττα, ναυτῶν τε καὶ ἐμπόρων τεμνόντων τε ὁμοῦ τὰ πελάγη καὶ ἑορταζόντων.