καὶ δὴ καὶ δίκας ἀνέβαλον καὶ γραφὰς καὶ τιμωρίας κλεί- σασαι δικαστηρίοις μὲν θύρας, κατηγόροις δὲ τὰ στό- ματα. ἡδονῆς τι καὶ ἐπ’ αὐτά μοι δοκοῦσι τὰ δεσμω- τήρια πέμπειν. καί ποτε τὸν ἐπ’ αὐτοῖς τεταγμένον R 259 ἠρόμην, εἴ | τι καὶ ἐκεῖσε τῆς ἑορτῆς ἔρχεται. ὁ δὲ ἔφησέ τε ἰέναι καὶ δεικνύναι τὴν ἑορτὴν κἀν τοῖς δεσμώταις τὴν ἑαυτῆς δύναμιν νέφους τε ἀφαιροῦσαν τοῦ κατὰ τῶν προσώπων καί τινα αὐτῶν καὶ μειδιᾶσαι πείθουσαν. ἔπεισε δὲ καὶ πατέρα θανάτῳ παιδὸς κείμενον αὑτόν τε ἐσθίοντα τροφήν τε δυσχεραίνοντα διαλλαγῆναί τε πρὸς αὐτὴν ἀποθέσθαι τε τὴν ἀχλὺν λῆξαί τε αὐχμῶντα καὶ ἐλθεῖν ἐπὶ λουτρά, καὶ ἃ μη- δεὶς τῶν δεινοτάτων πείθειν ἐδυνήθη λέγων, ταῦτα ἐδυνήθη τῆς ἑορτῆς ἡ ῥώμη.