ΕΙΣ ΤΑΣ ΚΑΛΑΝΔΑΣ. Ἡ μὲν οὖν ἑορτὴ καὶ αὐτὴ προσάγει τὸ αὑτῆς R 256 εὖ ποιήσουσα ἡμᾶς, ἡμεῖς δὲ οὔπω πρότερον αὐτῇ πεποιήκαμεν ἐγκώμιον, καὶ ταῦτα εἰδότες, ὅτι τιμὴ μὲν τοῦτο καὶ αὐτοῖς τοῖς δαίμοσιν ὧν ἑορταί, δαίμονος δὲ μεγάλου τήνδε εἶναι συμβαίνει τὴν ἑορτήν. πρὸς ὃν τί ἂν ἀποκριναίμεθα μεμφόμενόν τε καὶ καταιτιώ- μενον, εἰ τοσαῦτα ἀνθρώπους ἐπαινέσαντες ἑορτῆς τοσαύτης ἠμελήκαμεν, καὶ ταῦτα εἰδότες τῶν πρὸ ἡμῶν τινας τοῦτο οὐ πεπονθότας.