εἰ R 253 δὲ θησαυροὶ οἱ φίλοι καὶ | κοσμεῖ τὰ ῥήματα ταῦτα τὸν Ἀλέξανδρον οὐχ ἦττον ἢ τὰ πολλὰ τρόπαια, διὰ τί καὶ μὴ ὅτῳ μὲν πολλοὶ φίλοι, τοῦτον ἡγούμεθα πλούσιον, ὅτῳ δὲ ἥττους, τοῦτον ἦττον πλούσιον, ὅτῳ δὲ οὐδείς, τουτονὶ πτωχόν; σωφρονούντων δ’ ἂν εἴη καθ’ ἑκάστην τελευτὴν ἀποφέρουσαν φίλον πενέστερον γεγενῆσθαι λέγειν ἐκεῖνον, ᾧ τοῦτο ἀπόλωλε. νῦν δὲ οἰκετῶν μὲν ἀποθνησκόντων λέγεται τουτὶ τὸ ῥῆμα καὶ ζημία δοκεῖ μὴ ὅσοις πρότερον, ἐπιτάττειν ἔχειν οἰκέταις· φίλους δὲ ἐπὶ φίλοις ἄνθρωπος ἐξενεγκὼν καὶ καταθάψας μετὰ τῆς ἴσης οὗτος ἂν οὐσίας ὑπο- στρέφοι;