ΟΤΙ το ΠΑΟΤΤΕΙΝ ΑΔΙΚί2Σ ΤΟΤ> ΠΕΝΕΣΘΑΙ ΑΘΑΙί^ΤΕΡΟΝ. χθές τις ἐσπέρας ἤλγει τε καὶ ἔστενε τοὺς R 246 προσαιτοῦντας ἀριθμῶν, τοὺς μὲν ἑστῶτας, τοὺς δὲ οὐδὲ τοῦτο δυναμένους, τοὺς δὲ οὐδὲ καθῆσθαι, καὶ τοὺς μὲν ἠκρωτηριασμένους, τοὺς δὲ μᾶλλον τετηκότας ἢ πολλοὶ τῶν τεθνεώτων. ἐλεεινὸν δὲ ἔφασκεν εἶναι καὶ τὸ ἐν ῥακίοις τοιούτοις ψῦχος τοιοῦτον διαφέρειν τοῖς μὲν ὄντων μόνων διαζωμάτων, τοῖς δὲ ἐκ βουβώνων τε καὶ ὤμων ἄκρων χειρῶν τε καὶ ποδῶν γεγυμνωμέ- νῶν. ἐφαίνοντο δέ τινες καὶ οἷς οὐδ’ ὁτιοῦν ἐκε- κάλυπτο τοῦ σώματος, δεήσεις τε ἦσαν ἀφ’ ἑκάστου συχναὶ | δοῦναί τι τὸν παριόντα, καὶ μέγα ἦν οὐκ R 247 C = codex Chisianus Α = Monacensis gr. 483 (Augustanus) Ρ = Palatinus gr. 282 U = Urbinas gr. 126 Ι = Marcianus append. XCI 2 Β = Barberinus II 41 Ma = Marcianus append. XCII 7 3 Χθὲς τίς Β 5 τοῦτό γε BMa Ferr Mor 6 τετυχη- κότας Patm, sed γρ τετηκότας in marg „malim συντετηκότας“ Re 8 διαφέρειν τοσοῦτον BMa Ferr Mor et e τοιοῦτον δια- φέρειν corr I3 | ὑποφέρειν coni Mor 9 μόνον U | μάτων] χιτωνίσκων καὶ τούτων σαπρῶν BMa Ferr Mor et in ras I3 11 δὲ καί τινες Gasda, at cf. p. 386, 16 | οὐδοτιοῦν UIBMa Re | ἐπεκεκαλυπτο ΙΜa Ferr Mor ἐπεκάλυπτο Β 12 ἐφ’ CAPU 13 τι om CAPU ἄρτον μόνον λαβεῖν, ἀλλ’ ἤδη καὶ ὀβολόν. ἐν δὲ τῷ στένειν καὶ ἀποκαλεῖν ἀθλίους ὄντος ἐκείνου τοῦ ἀνθρώπου λελουμένοι τινὲς σοβοῦντες ᾔεσαν ὑπὸ λαμ- πάδων ἐπὶ δεῖπνα πάντα ἔχοντα πλὴν ἀμβροσίας καὶ νέκταρος. ὁ δέ, ὡς εὐδαίμονες οἱ ἄνδρες, ἐβόησε καὶ διεξῄει χρυσὸν πολὺν τίκτοντα χρυσόν. ἐγὼ δὲ οὐκ ἔφην οἷς ἐστι πλοῦτος, τούτους πάντως δεῖν καὶ μακαρίους νομίζειν. εἶναι γὰρ ἐνίους τῶν ἄγαν πλουσίων μᾶλλον ἀξίους ἐλεεῖσθαι ἢ οἶς ἡ δεξιὰ διὰ πάσης ἡμέρας ὑπτία τέταται προκαλουμένη τὸν δώσοντα. τοῖς μὲν γάρ ἐστι τὸ κακὸν ἐν τῷ τὸν δώσοντα ζητεῖν, οὐ μὴν ἀποροῦσί γε τοῦ δώσοντος, ζῶσι γοῦν, δικαστὴς τε οὐδεὶς οὔτε ἐπὶ γῆς οὔτε ὑπὸ γῆς δίκην ἂν πτωχὸν ἀπαιτήσαι πτωχείας τῆς κατὰ τὴν τύχην.