πάσχουσι δὲ ταὐτὸν καὶ ὁπόταν ἐννοήσωσιν, ὡς ὧν κέκτηνται χρημάτων ἔστι τι πλέον, καὶ διὰ τοῦτο ταὐτὸ σμικρόν τε αὐτοῖς καὶ μέγα, μέγα μέν, πρὶν παραγενέσθαι, σμικρὸν δέ, ἤδη ὂν ἐν χερσί. σμικρὸν δὲ χίλια χρυσοῦ τάλαντα διὰ τὰ δισχίλια, καὶ αὖ τὰ δισχίλια διὰ τὰ δεκάκις τοσαῦτα.