κἀν τούτοις μὲν ἦττον ἂν καταβοήσειε τῆς Τύχης, ἐν δ’ αὖ τῇ χρημάτων τε πέρι καὶ ἀρχῶν ἐννοίᾳ φεῦ ὃς πολλὴ γε ἡ καταδρομή, καὶ οὐδὲν αὐτοῖς στήσει τὴν κακήγορον γλῶτταν. μέμφεται | δὲ ὁ μὲν ἕνα R 242 γεωργῶν ἀγρόν, ὅτι μὴ δύο, ὁ δ’ αὖ δύο, ὅτι μὴ τρεῖς, ὁ δὲ τρεῖς, ὅτι μὴ τέτταρας, ὁ δὲ δέκα, ὅτι μὴ εἴκοσιν, ὁ δ’ αὖ τοσούτους, ὅτι μὴ δὶς τοσούτους, ὁ δὲ δὶς τοσούτους, ὅτι μὴ πολλάκις τοσούτους. παύει δὲ οὐδεὶς ἀριθμὸς οὔτε τὴν ἐπιθυμίαν οὔτε τὰ ματα.