καὶ σὺ δέ, ὦ τὸν βίον ἀπὸ τῶν χειρῶν ποιούμενε, μέγα οἴου τὸ χρῆσθαι ταῖν χεροῖν, καὶ σὺ δέ, ὦ σύν- δικε, τὸ τοῖς λόγοις, κἂν μηδεὶς ἀρχὴν διδῷ, καὶ σὺ δέ, ὦ πόλεως ἄρξας, κἂν μηδεὶς ἑτέρων διδῷ, καὶ σὺ δέ, ὦ διδάσκαλε, τὸ ζῆν ἐν ἀτελείᾳ. | καὶ πᾶς δὲ ὅστις R 245 ἰατρῶν οὐ χρῄζων λελουμένος ἑστιασόμενος ἔρχεται καθαρὸς φόβων οὓς ἐπιφέρει συκοφάντης, καὶ οὗτός γε ἐν τοῖς δικαίως ἂν ὑμνοῦσιν εἴη τὴν Τύχην.