ΠEPI ΑΠΛΗΣΤΙΑΣ. R. 241 Οὐ ῥᾴδιον ἐντυχεῖν, ὦ ἄνδρες, ἀνθρώπῳ μὴ λοιδοροῦντι τὴν Τύχην καὶ τὴν μὲν ἄδικον, αὑτὸν δὲ ἀτυχῆ καλοῦντι. καλεῖ δὲ αὐτὴν ἄδικον καὶ ἡγεῖται ἀτυχεῖν ὁ μὲν ὤν καλός, ὅτι μὴ καὶ μέγας, ὁ δὲ μέγας, ὅτι μὴ καὶ καλός, ὅτῳ δὲ ταῦτα ἄμφω, ὅτι μὴ καὶ ἰσχυρός, καὶ ὅτῳ δὲ ἔνι τὰ τρία, διὰ τὸ μὴ καὶ ταχὺς εἶναι αἰτιᾶται τὴν θεόν.