ΠEPI ΑΠΛΗΣΤΙΑΣ. R. 241 Οὐ ῥᾴδιον ἐντυχεῖν, ὦ ἄνδρες, ἀνθρώπῳ μὴ λοιδοροῦντι τὴν Τύχην καὶ τὴν μὲν ἄδικον, αὑτὸν δὲ ἀτυχῆ καλοῦντι. καλεῖ δὲ αὐτὴν ἄδικον καὶ ἡγεῖται ἀτυχεῖν ὁ μὲν ὤν καλός, ὅτι μὴ καὶ μέγας, ὁ δὲ μέγας, ὅτι μὴ καὶ καλός, ὅτῳ δὲ ταῦτα ἄμφω, ὅτι μὴ καὶ ἰσχυρός, καὶ ὅτῳ δὲ ἔνι τὰ τρία, διὰ τὸ μὴ καὶ ταχὺς εἶναι αἰτιᾶται τὴν θεόν. ἀλλ’ οὐδ’ εἰ πάντα αὐτῷ παρείη τὰ τοῦ σώματος ἀγαθά, στέργοι ἂν οὐδ’ ἂν ἐπὶ τούτοις εἰδείη τῇ δαίμονι ταύτῃ χάριν, ἀλλ’ οὔκ εἰμι ῥητορικός, ἐρεῖ πρὸς αὑτόν, οὐδὲ ἰατρικὴν C = Codex Chisianus Α = Monacensis gr. 483 (Augustanus) Ρ = Palatinus gr. 282 V = Vindobonensis υ = Urbinas gr. 126 Ι = Marcianus append. XCI 2 Β = Barberinus II 41 Ferr = editio Ferrariensis Mor = editio Morelliana Re = Reiskius 1 Οὐ — 3 καλοῦντι citat Macar. Chrysoc. fol. 93, ita ut addat τοῦτο δὲ γίγνεται, ἐπειδὴ ἄπληστόν τι χρῆμα ἄνθρωπος καὶ ἀχάριστον (cf. infra p. 357, 3) Ι ἐντυχεῖν, ὦ ἄνδρες] ὦ ἄνδρες ἐντυχεῖν ΙΒ Macar 2 καὶ] ἢ Laur. LXX 13 et γρ Mor in marg | αὑτὸν ex αὐτὸν Ρ2 3 αὐτὸν γρ Mor in marg 4 μὴ καὶ U sed erasum, Ι sed m3 e καὶ μὴ, B Par 3016 et Re καὶ μὴ CAP (sed in ras m2) V Ferr Mor 5 μὴ καὶ in ras P2 καὶ μὴ V | ὅτῳ] ὁ Ι sed in rasura quattuor litterarum, Β γρ ὃ Mor in marg 7 τὴν θεὸν αἰτιᾶται ΙΒ Mor | πάντ’ Β 8 στέργοι ἂν e στέργοιεν C p A p 9 ταύτῃ om ΙΒ ἐπίσταμαι οὐδὲ κρατῶ διαλεγόμενος οὐδὲ οἶδα κιθαρίζειν οὐδὲ ἡγεῖσθαι στρατοπέδων. βαίνων οὖν ὅ ἔστιν αὐτῷ, ὅ μὴ ἔστιν ἀριθμῶν οὐ τυγχάνειν οἴεται τῆς Τύχης, ἀδικῶν, οὐκ ἀδικούμενος. κἀν τούτοις μὲν ἦττον ἂν καταβοήσειε τῆς Τύχης, ἐν δ’ αὖ τῇ χρημάτων τε πέρι καὶ ἀρχῶν ἐννοίᾳ φεῦ ὃς πολλὴ γε ἡ καταδρομή, καὶ οὐδὲν αὐτοῖς στήσει τὴν κακήγορον γλῶτταν. μέμφεται | δὲ ὁ μὲν ἕνα R 242 γεωργῶν ἀγρόν, ὅτι μὴ δύο, ὁ δ’ αὖ δύο, ὅτι μὴ τρεῖς, ὁ δὲ τρεῖς, ὅτι μὴ τέτταρας, ὁ δὲ δέκα, ὅτι μὴ εἴκοσιν, ὁ δ’ αὖ τοσούτους, ὅτι μὴ δὶς τοσούτους, ὁ δὲ δὶς τοσούτους, ὅτι μὴ πολλάκις τοσούτους. παύει δὲ οὐδεὶς ἀριθμὸς οὔτε τὴν ἐπιθυμίαν οὔτε τὰ ματα. πάσχουσι δὲ ταὐτὸν καὶ ὁπόταν ἐννοήσωσιν, ὡς ὧν κέκτηνται χρημάτων ἔστι τι πλέον, καὶ διὰ τοῦτο ταὐτὸ σμικρόν τε αὐτοῖς καὶ μέγα, μέγα μέν, πρὶν παραγενέσθαι, σμικρὸν δέ, ἤδη ὂν ἐν χερσί. σμικρὸν δὲ χίλια χρυσοῦ τάλαντα διὰ τὰ δισχίλια, καὶ αὖ τὰ δισχίλια διὰ τὰ δεκάκις τοσαῦτα. καὶ ὅλως οὐκ ἔστιν ὃ ποιήσειεν ἂν ἐπαινεθῆναι τὴν Τύχην. ὁποῖον 6 Plat. Hipp. mai. p. 287 Β 8 Plat. Phaedr. p. 254 Ε 2 κιθαρίζειν οἶδα ΙΒ | στρατοπέδων ἡγεῖσθαι ΙΒ 5 κἀν] ἀλλ᾿ ἐν ΙΒ Ι καταβοήσειε scripsi e V καταβοήσῃ PU et e κατα- βοήσει corr C p A p καταβοῆσαι ΙΒ καταβοήσει edd 6 τε om Β Ferr Mor 7 ἄν post αὐδὲν Β et inser 1 3 et Boiss. Anecd. V 392 e Par 963 | αὐτῶ Β et in ras Ι3 et γρ Mor in marg αὐτοῦ Gasda e Par 3016 | στήσει scripsi e V στήσαι reliqui libri sed in Ρ acutus m2 in ras, et edd 8 κη in κακήγορον in ras C2 κατήγορον VB et γρ Mor in marg | μέμψεται γρ Mor in marg | δὲ om Β et γρ Mor in marg | ὁ μὲν] μὲν ὁ Β et γρ Mor in marg 15 διατοῦτο ΡΒ 16 ταὐτὸν e ταὐτὸ corr V2 | 16 et 17 (bis) μικρὸν V 18 δὲ in dubitationem vocavit Sintenis δή τι καὶ τὸ τῶν ἀρχῶν. ἄρχει τις πόλεως· ὅτι μὴ καὶ ἔθνους, ἀτυχεῖ. ἔθνους ἕτερος· ὅτι μὴ πλειόνων, ἄθλιος· πλειόνων ἄλλος, ἅτι μὴ ὕπαρχος. μηδενὸς ἥττων ἢ μόνου τοῦ τὸ σχῆπτρον ἔχοντος ἀτυχής τις παρ’ ἑαυτῷ κέκριται. ἀτυχὴς δὲ καὶ ἐκεῖνος ὁ μέγας ὕπαρχος, εἰ μὴ καὶ ἐν ὑπάτου σχήματι καθήμενος φανείη. ἥκει καὶ τοῦτο, ὁ δὲ καὶ πάντα πείθειν ἄγειν τε ᾗ δοκοῖ τὸν βασιλέα βουλόμενος, εἰ οὐκ ἂν οἰός τε εἴη, δεινόν τι τοῦτο, καὶ ἡ Τύχη δυσμενὴς καὶ οὐδ’ ὁτιοῦν τῶν ἑαυτῆς δέδωκεν. 6. Ὡς πραοτάτη γε ἥδε ἡ θεός, ὦ νέοι, καὶ ἴσως που καὶ γελᾷ πρὸς τὴν τῶν οὐ μέγα εἰληφέναι των ἀγνωμοσύνην, ὡς οὐκ ἀγανακτήσασα εὐθὺς ρεῖται τὰ δεδομένα, διδάσκουσα, ὁπόσα ἦν σφίσιν, οἱ δὲ οὐκ ᾐσθάνοντο.