ἀπελ- θὼν οὖν καὶ καθεζόμενος ἐπὶ τοῦ θρόνου κελεύσας ἐκεῖνον ταὐτὸ ποιεῖν ἐπὶ θατέρου, τετταράκοντα ἐπῶν οὔπω ἀνεγνωσμένων ὁρῶ κόνιν ἐκ τοῦ ὑπὲρ τῆς θύρας 4 τῆς μεγίστης τε καὶ μέσης φερομένην. ἔπειτα | ἀπορ- R 239 ῥαγὲν κῦμα λίθων ἐφέρετο μέγα καὶ ἦν ἐπὶ γῆς τῶν πολλῶν συντριβέντων. ἐγὼ δὲ οἷς μὲν εἶδον ἐξε- πεπλήγμην, ἐπεπόνθειν δ’ ἄν τι καὶ πλέον, εἰ τὸν κτύπον ἅπαντα τοῖς ὠσὶν ἐδεδέγμην. νῦν δὲ προὐ- νοήθην τε καὶ ἤρκεσαν αἱ χεῖρες. ὁ δ’ ἐπιτετραμ- μένος τὰς τῶν φοιτητῶν εἰσόδους οὗτος εἰσιών πως τότε τῇ σκιᾷ τοῦ κατιόντος σώζεται βλέψας τε ἄνω καὶ ἐπὶ πόδα ἀναχωρήσας ἤδη εἴσω τὸν ἕτερον ἔχων, ὥστε αὐτῷ καὶ ἐπέπληκτο τὸ τοῦ ὑποδήματος ἄκρον. τὸ δὲ ἀπορραγὲν τοῦτο ὀφρὺς ἦν ὥρας εἵνεκα ὑπὲρ τῆς θύρας τεταμένη λίθου τοῦ στίλβοντος ἐγκειμένου τῷ μὴ τοιούτῳ· ὂν κοιλάναντες εἰς ὑποδοχὴν τοῦ νος τὸ μὲν ἐνέθηκαν αὐτοῦ, τῷ δὲ προὔχειν ἔδοσαν τέρψιν εἶναι ὁρῶσι. τέως μὲν οὖν ᾧ συνείχετο ἰσχύ- οντος, ξύλον τι σμικρότατον τοῦτο ἦν, ἔμενε, χρόνῳ δὲ ἐκείνου καμόντος ἐξίστατό τε τὸ ἐνηρμοσμένον, καὶ | ἦν χαμαὶ σωρὸς λίθων μεγάλων οὐκ ἂν εἰκασθέντων R 240 4 τοῦ ὑπερθύρου λέγει C2A2P3 ἤτοι τοῦ ὑπερθύρου V 10 χεῖρες] τὸ στρογγύλον τῆς γλώττης κἀνταῦθα διεφάνη καὶ τὸ δι’ ὀλίγων πολὺ δηλῶσαι V 2 ε prius in καθεζόμενος corr ex ι Ρ2 καθιζόμενος CA 3 ἐκεῖνο | 4 θύρας in marg Ι 6 τε om Ι 10 τε om ΒΜ 12 σωίζεται CA 13 ἐπὶ πόδα] ὑπόποδα V 15 ὀφρῦς CAPU | ἕνεκα ΒΜ 16 λίθου του V num λίθου του? 18 τὸ] τὸν UI | οῦ in αὐτοῦ in ras Ρ2 αὐτῶ U Ι τὸ Μ 19 ἰσχύοντος Ι 20 ξύλον δέ τι V | μικρότατον V 21 ἐξίστατο VU et ex ἕστατο m. rec. (s) C et Ρ5 ἵστατο AIBM πρὸ τοῦ πάθους, οἶμαι, τοσούτων, οἳ μὴ ὅτι νέους ἐν εἰσόδοις τε καὶ ἐξόδοις διέφθειραν ἂν ἐπιπεσόντες, ἀλλ’ οὐδὲ καμήλων τε καὶ ἐλεφάντων κεφαλαὶ γον ἂν τὸ μὴ οὐκ αὐτίκα κεῖσθαι. ἀλλ’ αὐτὴ ἐσάωσεν, εἶπεν ἂν Ὅμηρος, καὶ παῖδάς τε γονεῦσιν ἀπέδωκεν ἐμέ τε ἐξείλκυσε σαφῶς τῆς ἐγγὺς οὕτω πληγῆς τῇ περὶ τοῖν ποδοῖν φροντίδι τῷ τε πατρὶ τῷ Διὶ καθαρὸν θανάτων διετήρησε τὸν νεών. εἰ δ’ οὐκ ἐπεκούρει, πόσας ἂν οἰόμεθα δεῦρ’ ἐλθεῖν κλίνας ἀναι- ρησομένας [τότε] τὸ τῆς πόλεως ἄνθος.