οὕτω δὲ συνεχώρουν. τὸ δὲ ἦν ἄρα τῆς Ἀρτέμιδος ἀρωγὴ τὸν γενόμενον ἂν κωλυούσης ὄλεθρον. ὡς γὰρ δὴ ἀπηλλάγησαν οἱ πεφοβημένοι καὶ ἦν μόνος ἐν τῷ βουλευτηρίῳ τούτῳ, λόγον τις οὐ πολλῷ ὕστερον φέρων ἔρχεται νέος εἰρημένον οἱ πολλάκις, εἰ παρέχοι καιρός, ἥκειν σὺν τῷ βιβλίῳ, καὶ γὰρ ἦν τις περὶ τοῦ λόγου λόγος. εἰλῆφθαι δὴ καιροῦ νομίσας ὁ νεανίσκος ἧκεν.