Διὰ τοῦτο ἐν τιμαῖς πανταχοῦ τε καὶ παρὰ πᾶσι, καὶ νεώ τε λοπρεπεῖς καὶ βωμοὶ καὶ θυσίαι καὶ ἑορταί. Ἀθηναῖοι δὲ καὶ μηνὸς ὀνόματι γεραίρουσι τὴν θεόν, ὁ γὰρ δὴ Ἐλαφηβολιὼν τοῦτό ἐστιν. ἐν ἑτέρῳ δέ γε μηνί, Μου- νυχιῶνι οἶμαι, καὶ τὰς παρθένους αὐτῇ πρὸ γάμων ὑπάγουσιν, ὅπως προτεθεραπευμένης Ἀρτέμιδος οὕτως | ἐπὶ τὰ Ἀφροδίτης ἴωσι.