θαυμασταὶ δὲ ἐντεῦθεν καὶ γυναῖκες, ὅσας ἐφίλησεν Ἄρτεμις καὶ ἔσχεν ἐν θήρᾳ διατριβούσας· αἵ μοι δοκοῦσιν ἄνδρας ἀπείρους θήρας ἐν πολέμῳ λα- Βοῦσαι δεῖξαι ἂν καλῶς, ὡς νόθος ἅπας ὁ στρατιώτης ὁ πολέμου πρὸ θήρας ἁπτόμενος. δηλοῖ δὲ ἡ τῶν Λακεδαιμονίων πόλις· μάλιστα δὴ δοκοῦσα φροντίσαι Κτών^ πολεμικῶν μάλιστα δὴ φαίνεται φροντίσασα τῶν περὶ θήραν. νόμος γοῦν αὐτοῖς ἐν τῇ τῆς Ἀρτέμιδος ἑορτῇ τὸν ἥκοντα ἐπὶ τὸ δεῖπνον οὐ τεθηρευκότα δοκεῖν τε ἀδικεῖν καὶ διδόναι δίκην. ἡ δὲ δίκη, ἀμφορέα τις ὕδατος κομίσας καταχεῖ τηςζτοϋ παιδὸς κεφαλῆς, ἢν παῖς οὗτος ᾖ, ἀνδρὸς δὲ τῆς χειρὸς Ι ὁ δάκτυλος Κ 231 τοῦτο ὑπομένει, καὶ ἔστιν ἐν Λακεδαίμονι τοῦτο τὸ ΐ5 ὕδωρ ἀτιμία. ἐπιθυμοῦντες γάρ, οι-’μαι, τοῦ νικᾶν ἐν τοῖς ὅπλοις ἒν τοῦτο μέγιστον εὑρίσκον εἰς νίκην ἐφό- διον, θηρίων περιεῖναι. 24. Ἔχοι δ’ ἄν τι λέγειν οὐ πρὸς Ἄρην καὶ Ἀθη- νᾶν μόνον, εΐ βούλοιτο, Ἄρτεμις, ἀλλέ̀ͅκαὶ πρὸς ἅπαν- τὰς θεούς, οἱ τέχνας παραδόντες ἀνθρώποις ἔχουσί τε αὐτοὺς ἐργαζομένους αὐτὰς τάς τε ἀπὸ τούτου ποῦνται τιμάς. μὴ ὄντων μὲν γὰρ ἀνθρώπων ἀπώλ- τιμάς. μὴ ὄντων μὲν γὰρ ἀνθρώπων ἀπώλ- 2 Χβη. Ο^η. 13, 18 6 δεῖ ίη δεῖξαι ίη γΕ8 Ρ2 Ι ὁ ρΓΐυβ οιη ΥΠ 7 πρὸς C sed σ erasum | ηλ ίη δηλοῖ ίη γη,β Ρ2 Ι δὲ καὶ ἡ Εθ Ι τῶν οπι ΟΛ 8 δὴ] γὰρ νβΐ γὰρ δὴ οοηί Εβ 9 τῶν ίηβΘπιί 10 γ’ οὖν Λ 12 ἑ ίη τε ίη ταβ Ρ2 Ι ἑ ίη dμφορἐα in ras Ρ2 Ι τίς ΑΡΠΒ 15 τὸ ὕδωρ τοῦτο ΒΜ 16 ἀτιμίαν Ι Ι τοῦοmΡUΙἐνοmΜ 19ἴχειΒ 20καὶοmΒ 21 άν- θρώποις in marg inser I2 22 τε (Β,Ιί,.)] τ’ Εβ 23 μὲν in marg inser Ι2 λυντ’ ἂν αἱ τέχναι, ἄνθρωποι δὲ οὐκ ἂν ἦσαν ἐν ὠδῖσι διαφθειρομένων τῶν τε φερουσῶν ἅ τε φέροιτο· κοινὸς γὰρ ἀμφοῖν ἐν τῷ τοιῷδε ὄλεθρος, ἐκράτει δ’ ἂν οὗτος οὐκ ὄντος τοῦ ἀρήγοντος. τίνες ἂν οὖν οὐκ ὄντων τῶν τικτομένων ἢ θάλατταν ἔπλεον ἢ γῆν εἰργάζοντο ἢ λόγους ἐποίουν ἢ σώματα ἐθεράπευον ἢ ἐχάλκευον ἢ ᾠκοδόμουν ἢ ἐναυμάχουν ἢ ἐπεζομάχουν ἢ ἀφ’ ἵππων ἐμάχοντο θανάτου τὴν γένεσιν φθάνον- τος; ἢ γὰρ οὐδὲν ἐγίγνετο ἂν ἢ κομιδῆ τινα εὐαρίθ- μητα οὐδὲ αὐτὰ ἄπηρα. ἐπεὶ καὶ ὅσα πώποτε ἢ οὐ διέφυγε τὸν κλύδωνα ἢ ἧκεν εἰς φῶς ἀνάπηρα, ὥστε αὐτοῖς γενέσθαι τὸ μὴ τεθνάναι ζημίαν, ταῦτα ἄνευ τῆς θεοῦ τῆσδε τὴν ὁδὸν ἐκείνην τὰ μὲν οὐδὲ ἦλθε, 14 τὰ δὲ οὐ καλῶς. οὕτω πάντη τὸ τὴν γῆν ἐσχηκός τε R 232 γένος ἀνθρώπων | καὶ ἔχον καὶ ἕξον ἐν ἡλικίαις ἁπάσαις παρὰ τῆς Ἀρτέμιδος δέδοται τῇ γῇ, τό τε ὂν τό τε οὐκ ὂν τό τε ἐσόμενον. καὶ ἃ δὴ τὸν Γάμον ὑμνεῖν ἐν γάμοις εἰώθαμεν, ὡς ὄντα πατέρα ἀνθρώπων, τά τε τούτου τοῦ θεοῦ τά τε τῆς Ἀφροδίτης μάταια ἂν ἦν, εἰ μὴ Ἄρτεμις χεῖρα ἐν ὠδῖσιν ὤρεγεν. ἐπεὶ καὶ τὴν Εἰλείθυιαν ὅταν ἀκούσῃς, ἀκούεις τὴν Ἄρτε- μιν.