Ὅμηρος δὲ τί μαθὼν εἰς Ἴλιον ἄγει τὸν Πύλιον γέροντα τὸν τοῖς τε Λαπίθαις συνηγωνισμένον καὶ μετὰ τῶν Ἀτρειδῶν πλέοντα; ἦ ἵνα γέλωτα παρέχῃ τοῖς Ἀχαιοῖς ἐν ταῖς ὑπὲρ τῶν ὅλων βουλαῖς ἐκφερόμενος τοῦ δέοντος;