φημὶ R 216 δέ σε καὶ ταπεινὸν εἶναι καὶ ὑβριστήν· τὸ | μὲν γὰρ ἃ σύνοισθα σαυτῷ ποιεῖ, τὸ δ’ ἵν’ ἐκεῖνο κρύ- πτηται, γίγνεται, καὶ ἔστι τὸ προπηλακίζειν παραπέ- τασμα ταῖς κλοπαῖς. μᾶλλον δὲ οὐδὲ κλοπὰς τό γε σὸν ἄξιον καλεῖν· ὁ μὲν γὰρ κλέπτης ὅπως ὑφαιρού- μενος λήσει, ζητεῖ καὶ τὴν ἴσην ποιεῖται σπουδὴν περί τε τὸ λαβεῖν καὶ τοῦτο· σὺ δὲ τὰ τῶν ἀπαιτούντων ἃ δεδώκασι μιμῇ καὶ διὰ τῶν πόλεων χωρεῖς ἀγείρων, ἔχων τοὺς προδρόμους πρὸς τὰς βουλὰς βοῶντας· ἢ δότε ἢ ἀπολεῖσθε· ὁ γὰρ αὐτίκα ἥξων οὗτος πρᾷος μὲν τοῖς διδοῦσι καὶ πατήρ, χαλεπὸς δὲ τοῖς τοῦτο μὴ ποιοῦσι καὶ σκορπίος.