φημὶ R 216 δέ σε καὶ ταπεινὸν εἶναι καὶ ὑβριστήν· τὸ | μὲν γὰρ ἃ σύνοισθα σαυτῷ ποιεῖ, τὸ δ’ ἵν’ ἐκεῖνο κρύ- πτηται, γίγνεται, καὶ ἔστι τὸ προπηλακίζειν παραπέ- τασμα ταῖς κλοπαῖς. μᾶλλον δὲ οὐδὲ κλοπὰς τό γε σὸν ἄξιον καλεῖν· ὁ μὲν γὰρ κλέπτης ὅπως ὑφαιρού- μενος λήσει, ζητεῖ καὶ τὴν ἴσην ποιεῖται σπουδὴν περί τε τὸ λαβεῖν καὶ τοῦτο· σὺ δὲ τὰ τῶν ἀπαιτούντων ἃ δεδώκασι μιμῇ καὶ διὰ τῶν πόλεων χωρεῖς ἀγείρων, ἔχων τοὺς προδρόμους πρὸς τὰς βουλὰς βοῶντας· ἢ δότε ἢ ἀπολεῖσθε· ὁ γὰρ αὐτίκα ἥξων οὗτος πρᾷος μὲν τοῖς διδοῦσι καὶ πατήρ, χαλεπὸς δὲ τοῖς τοῦτο μὴ ποιοῦσι καὶ σκορπίος. καὶ ὡς οὐ ψεύδομαι, μαρτυροῦσαν μὲν ἔχω Χαλκίδα τὴν δε- ξαμένην πληγὰς πεπραμένας, μαρτυροῦσαν δὲ τὴν Ἀπα- 3 καταλαβὼν Βοng 4 ι prius in ἐπικειμένων corr ex ει C v 7 ἥττας καὶ νίκας Ι 9 καὶ om Μο | ἐκείνους Μο 11 παραχθῆ Μο 13 σύνοισθα cum rasura 1 litterae post α Μο | δὲ Ι edd Ι ἵνα ΙΒΜ Βοng | ἐκείνοις Μ 14 γίνεται ΒΜ | ἔστιν Α | τὸ — 15 κλοπαῖς versum comoediae agnoscit Kock Fr. com. Att. III p. 500, 499 τὸ om Bong 17 λήσῃ Μ Bong 19 χωρὶς Ι 24 μὲν οm Bong 25 πεπραμένας Re e Μο πεπραγμένας reliqui libri (sed γ erasum in V) et Bong μέων τὴν ἄνδρας μὲν ἀρίστους ἠδικηκυῖαν, φίλην δὲ σοί, καὶ κακῶς μὲν ὑπ’ ἄλλων ἀκούουσαν, ἐπαίνων δὲ παρὰ σοῦ τυγχάνουσαν διὰ τὴν εἰς τὴν εὐλογίαν | ἀνάγκην τὴν ἀπὸ τοῦ πάντα λαβεῖν. οὐδὲ γὰρ R 217 ὀσπρίων ὁ σεμνὸς οὗτος ἀπέσχετο, ὧν ἐνέπλησε τὸν ἀγρὸν τὸν ἑαυτοῦ πιέσας τοὺς ὤμους τῶν τοῦτον αὐτῷ γεωργούντων. καὶ περὶ τεττάρων δὲ ἑτέρων πόλεων οὐχ οὕτω μὲν μεγάλων, πόλεων δὲ καὶ αὐτῶν ἤκουσα παραπλήσια τοῦ πευθῆνος ἐλεοῦντος μὲν τοὺς δεδωκότας, ἀπειλοῦντος δὲ τῷ λαβόντι, ἕως αὐτὸν διήλλαξεν ἡ κοινωνία τῶν λημμάτων. ᾐσθόμην δὲ αὐτὸν καὶ τῇδε χεῖρας μὲν | ἐπὶ τὴν βουλὴν ἀφέντα, R 218 ἑλκύσαι δὲ οὐ δυνηθέντα τοῖς χειροτέχναις ἐπιθέμε- νον. μελλήσεως δέ τινος γενομένης τὰς πληγὰς ἐκεί- νας ἤκουσα τὰς ἀμυθήτους γενέσθαι, παρ’ ὧνπερ ἤλπισε καὶ θανάτους ἔσεσθαι. οὐ γὰρ ὑπὲρ τῶν Ἰχθῦς ἐσθιόντων ἀγανακτῶν οὐδ’ ὑπὲρ τῶν ἔλαιον ὠνουμένων καὶ ξύλα τοὺς μὲν ὅλως ὧν ἐπώλουν ἔπαυε, τοῖς δὲ τῶν τιμῶν ἀφῄρει, ἀλλ’ εἰς τὴν παρ’ αὑτοῦ πρᾶσιν ταῦτα ἄγων ἐκακοτέχνει, καὶ τὸ μὲν σχῆμα εὐπρόσωπον, τὸ δ’ ἔργον χρηματίζεσθαι βουλομένου.