καὶ διὰ τοῦτο τὸ δάνεισμα νόμοι τε παραβαίνονται καὶ χάριτες πονηραὶ δίδονται, καὶ νίκας καὶ ἥττας οὐ συμ- βαινούσας τοῖς νόμοις δέχεται τὸ δικαστήριον, καὶ ὁ τοῖς ὑπηρέταις ἐπιτάττων καὶ θυμούμενος ὑπ’ ἐκείνοις τέ ἐστι καὶ ταῖς ἐκείνων ὀργαῖς, κἂν μὴ τὸ δοκοῦν σφίσι καταπραχθῇ καὶ ταχέως, ἐβρόντησαν.