ἀλλ’ ἥκεις ἐωνημένος, ὅπερ ἂν καὶ σοῦ τις φαυλότερος, καὶ τὴν τιμὴν οἴκοθεν ἅπασαν οὐ καταβαλὼν δοῦλος εἶ τῶν δεδανεικότων συγκαθημέ- νων, συνδειπνούντων, ἐπικειμένων, ὅ τι βούλοιντο κε- λευόντων, νυττόντων, εἰς κλοπὰς ἐπεγειρόντων. καὶ διὰ τοῦτο τὸ δάνεισμα νόμοι τε παραβαίνονται καὶ χάριτες πονηραὶ δίδονται, καὶ νίκας καὶ ἥττας οὐ συμ- βαινούσας τοῖς νόμοις δέχεται τὸ δικαστήριον, καὶ ὁ τοῖς ὑπηρέταις ἐπιτάττων καὶ θυμούμενος ὑπ’ ἐκείνοις τέ ἐστι καὶ ταῖς ἐκείνων ὀργαῖς, κἂν μὴ τὸ δοκοῦν σφίσι καταπραχθῇ καὶ ταχέως, ἐβρόντησαν. φημὶ R 216 δέ σε καὶ ταπεινὸν εἶναι καὶ ὑβριστήν· τὸ | μὲν γὰρ ἃ σύνοισθα σαυτῷ ποιεῖ, τὸ δ’ ἵν’ ἐκεῖνο κρύ- πτηται, γίγνεται, καὶ ἔστι τὸ προπηλακίζειν παραπέ- τασμα ταῖς κλοπαῖς. μᾶλλον δὲ οὐδὲ κλοπὰς τό γε σὸν ἄξιον καλεῖν· ὁ μὲν γὰρ κλέπτης ὅπως ὑφαιρού- μενος λήσει, ζητεῖ καὶ τὴν ἴσην ποιεῖται σπουδὴν περί τε τὸ λαβεῖν καὶ τοῦτο· σὺ δὲ τὰ τῶν ἀπαιτούντων ἃ δεδώκασι μιμῇ καὶ διὰ τῶν πόλεων χωρεῖς ἀγείρων, ἔχων τοὺς προδρόμους πρὸς τὰς βουλὰς βοῶντας· ἢ δότε ἢ ἀπολεῖσθε· ὁ γὰρ αὐτίκα ἥξων οὗτος πρᾷος μὲν τοῖς διδοῦσι καὶ πατήρ, χαλεπὸς δὲ τοῖς τοῦτο μὴ ποιοῦσι καὶ σκορπίος. καὶ ὡς οὐ ψεύδομαι, μαρτυροῦσαν μὲν ἔχω Χαλκίδα τὴν δε- ξαμένην πληγὰς πεπραμένας, μαρτυροῦσαν δὲ τὴν Ἀπα- 3 καταλαβὼν Βοng 4 ι prius in ἐπικειμένων corr ex ει C v 7 ἥττας καὶ νίκας Ι 9 καὶ om Μο | ἐκείνους Μο 11 παραχθῆ Μο 13 σύνοισθα cum rasura 1 litterae post α Μο | δὲ Ι edd Ι ἵνα ΙΒΜ Βοng | ἐκείνοις Μ 14 γίνεται ΒΜ | ἔστιν Α | τὸ — 15 κλοπαῖς versum comoediae agnoscit Kock Fr. com. Att. III p. 500, 499 τὸ om Bong 17 λήσῃ Μ Bong 19 χωρὶς Ι 24 μὲν οm Bong 25 πεπραμένας Re e Μο πεπραγμένας reliqui libri (sed γ erasum in V) et Bong μέων τὴν ἄνδρας μὲν ἀρίστους ἠδικηκυῖαν, φίλην δὲ σοί, καὶ κακῶς μὲν ὑπ’ ἄλλων ἀκούουσαν, ἐπαίνων δὲ παρὰ σοῦ τυγχάνουσαν διὰ τὴν εἰς τὴν εὐλογίαν | ἀνάγκην τὴν ἀπὸ τοῦ πάντα λαβεῖν. οὐδὲ γὰρ R 217 ὀσπρίων ὁ σεμνὸς οὗτος ἀπέσχετο, ὧν ἐνέπλησε τὸν ἀγρὸν τὸν ἑαυτοῦ πιέσας τοὺς ὤμους τῶν τοῦτον αὐτῷ γεωργούντων.