ἔστιν οὖν ὅστις εἵλετ ἂν ὃν ἐγέννησε κατακρημνίσαι; καὶ βορβόρου μὲν οὐκ ἂν ἔδωκε πιεῖν, τῶν δὲ ἀπὸ τῆς ἐμῆς ἀφροσύνης; οὐκ ἔστι ταῦτα, οὐκ ἔστιν· οὐδ’ ἂν κρατήσαις εἷς ὢν καὶ οὗτος πίθηκος τοσούτων μὲν γονέων, τοσούτων δὲ πόλεων, οὕτω δὲ πολλῶν ἐθνῶν. οὐδὲ γὰρ εἰ Δάφνην ταύτην τὴν οὕτω καλὴν καὶ δένδρεσι καὶ κήποις καὶ πηγαῖς καὶ καταγωγαῖς ἀηδὲς εἶναι λέγοις χωρίον, περιέσῃ τῆς ἀληθείας. R 212 13. Βούλεσθέ με προσθεῖναι | ταῖς ἀποδείξεσιν, ἢ 2 μοι τοῦτο ΙΒΜ Bong | συμβέβηκε Re | εἶτα ΙΒΜ 4 προσιόντας in προσόντας corr Α2 5 τοὺς λαλοῦντας om Bong 6 οἳ <πῶς> α ποτ’ Cobet Mnem. V 105 (= Coll. 101), recte | ἤκουσαν ἀνθρώπου μεθύοντος Μο 7 μεθιέντι Gasda 9 ἐάσομεν Μο | ἐσ Ι 10 ἑαυτῶν Ι αὐτῶν ΑΡΜο | εἰσα- γαγόντων Β 12 τίς CAPMo 13 καίτοι γε ΙΜ Bong | τοῦ Ι 14 δῆλον ἦν ἄν Μο 17 σαῖς in κρατήσαις in ras P3 κρατήσας U 21 καὶ om Bong | λέγεις ΡΒΜ (in hoc tamen ε in ras) Bong 23 ει et ε in ἀποδείξεσιν in ras P3 ex o γρ η et α ut videtur | εἰ A εἰ CPMo καὶ τοῖς εἰρημένοις νενίκηκα; ἀλλὰ περιττὸν μέν, τὸ δ’ οὖν ὑμῖν ἀρέσκον οὐ φεύξομαι· οὐκοῦν, ὥσπερ ὑμῶν ἕκαστος, οἶδα μὲν τὸ πρεσβύτερον τῆς πόλεως μέρος, οἶδα δὲ τὸ νεώτερον καὶ ποτέρωθι μὲν τὸ θέα- τρον, ἐν ποτέρῳ δὲ ὁ ἱππόδρομος, καὶ τῶν πυλῶν ἑκάστη ποῖ φέρει, καὶ ὡς ὁ βασιλεὺς ἄνευ ταλαιπωρίας καθεῖλε τὸν τύραννον, καὶ ὡς ὁ παῖς αὐτῷ μέγας ἐστὶν ἐν παιδί. ἐπίσταμαι δέ, πόσοι μὲν ἄρχοντες ἡμῖν, πό- σον δὲ ἑκάστῳ τὸ μέτρον, καὶ τί τὸ ἀεὶ παρὸν τῆς ἡμέρας μέρος, καὶ τί μὲν ἐμόν, τί δ’ οὐκ ἐμόν, καὶ τῷ μὲν χρῶμαι, τοῦ δ’ ἀπέχομαι.